1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

17

σαρκῶν ἐσφράγισται τιμίοις Ἐσκληκότων εὐχῇ τε καὶ πολλοῖς πόνοις, Οἷς ἡ παλαιὰ γεῦσις ἐτρύχωσέ με Εἰς γῆν στραφέντα τὴν ταπεινὴν μητέρα, 1209 Ῥίγει τε, πείνῃ, καὶ στενοῖς ῥακώμασι Ποθῶν λαβεῖν ἔνδυμα τὴν ἀφθαρσίαν, Καὶ γαστρὸς ὕβριν ἐνδεεῖ καθύβρισε Τροφῇ, τὸ θνήσκειν μνώμενος καθ' ἡμέραν. Τροφὴν γὰρ οἶδεν ἀγγέλων ἁπλῆν Θεόν. Οὗτος πένης νῦν, ἦ δ' ὅτε ζάπλουτος ἦν· Ἀλλ' ἐκβολὴν ἔστερξε, καὶ κοῦφος πλέει, Ῥίψας πένησιν, οὐ βυθῷ, τὸ φορτίον. Οὗτος φυγὼν πόλεις τε καὶ δήμου κρότους, Καὶ τὴν ζάλην, ἣ πάντα τἀν μέσῳ στρέφει, Τοῦ νοῦ τὸ κάλλος τῷ Θεῷ συνήρμοσε, Μόνος τὰ θεῖα καὶ μόνῳ κοινούμενος. Οὗτος τὸ καλὸν σῶμα (πῶς γὰρ οὐ καλὸν 1210 Τὸ τῶν ἀρίστων) μαργάροις συνέκλεισε, ∆εσμοῖς σιδηροῖς, λαθρίῳ κοσμήματι, Σφίγξας ἑαυτὸν οὐδὲν ἠδικηκότα, Ὡς μήποθ' ὑβρίσειεν ὢν ἐλεύθερος, Καὶ συνδέων αἴσθησιν αὐτῷ τὴν πλάνην. Τούτῳ τὸ Πνεῦμ' ἔδειξε γράμματος βάθη, Λῦσαν τὰ πολλῶν ἐσφραγισμένα φρεσί. Τοιαῦτα κάλλη καὶ σύ μοι φράζειν τὰ σά· Οἶκος, γυνὴ σφριγῶσα, τεκνίων ὁδὸς, Κτῆσις, κελευσταὶ, πράκτορες, βοαὶ, δίκαι, Ἅπαντα μεστὰ φροντίδων καὶ πραγμάτων. Τράπεζα φλεγμαίνουσα τῶν ἀοιδίμων Ταῖς ὀψοποιῶν καὶ κερασμάτων πλοκαῖς, 1211 Γῆς καὶ θαλάσσης καρποφορούντων ἐντέροις (Ἐξ ὧν ὁ νοῦς βαπτίζετ', οὐδ' ἔχει πλάτος), Μύροις, γέλωσι, ψαλμάτων συνουλίαις, Οἷς κυμβάλων δεῖ καὶ ποδὸς ψοφημάτων. Ἄλλοι δὲ λύσσης ἔμπλεοι τῆς συμφύτου, Νοσοῦντες, οἰδαίνοντες, ἐστιλβωμένοι Γυναιξὶν, ἄρτι νυμφίοι, τὸ μέτριον, Οὔπω λύσαντες παστάδας γαμηλίους, Ἣ καὶ πόθοις συζῶντες ἀζύγοις ἔτι, Πρὶν καὶ παρειὰν, ἀνδρικῷ κοσμήματι, Θριξὶν καλύψαι, παντελῶς ἀρτίχνοοι, Νέοι τὸ σῶμα, τὸν τρόπον νεώτεροι, Ἢ καὶ παλαιῶν ἡμερῶν, πλήρεις κακῶν· Ἔπειτ' ἀσάρκων εἰσὶ τέκνων προστάται, Ἃ πνεῦμα τίκτει σαρκὸς ἐξενωμένον. 1212 Τιμᾷν πάθη μαθόντες, οἷς πεπόνθασι, Συνήγοροι σφῶν ἐν κακοῖς ἀλλοτρίοις. ∆ιδόντες, ὥσπερ λαμβάνουσ', ἐξουσίαν. Οὗτοι μὲν οὕτως· καὶ τάχ' ἂν καὶ βελτίους Αὑτῶν γενόμενοι, κωλύονται τοῖς θρόνοις. Τὸ γὰρ κρατεῖν τὸν ἄφρονα ποιεῖ χείρονα. Ὁ δ' ἐγκρατὴς ἕστηκεν ἠτιμωμένος, Κάτω νενευκὼς, πρὸς Θεὸν μόνον βλέπων, Στέργων μαθητοῦ χώραν, οὗ μηδ' ἄξιος Ἴσως μαθητὴς, οὗτος ὁ νῦν διδάσκαλος. Εἴπερ τὸ κρατεῖν οὐ τόπῳ γνωρίζεται. Τοιαῦτ' ἐν ἡμῖν ἰσχύειν τὸν βάσκανον! Οὕτω σοφίζετ' εὐστόχοις πονηρίαις, Ὅταν δῆμόν τιν', ἢ πόλιν πλῆξαι θέλῃ. Πρὸς οἷς ἑκάστου πειρᾶται, καὶ σύντομον 1213 Νόμον δίδωσι πονηρίας τὸν προστάτην· Ἔπειτα χαλκὸς χρυσὸν ἠμφιεσμένος, Ἢ καὶ χαμαιλέοντος ἔκστασις χρόας, Πώγων, κατηφὲς ἦθος, αὐχένος κλάσις, Φωνὴ βραχεῖα, πιστὸς ἐσκευασμένος, Νωθρὸν βάδισμα, πάντα, πλὴν φρενὸς, σοφὸς, Τὸ πρῶτον ἐν πρώτοις τε τῶν νυνὶ καλῶν, Ἐφοὺδ τὸ σεπτὸν, ἢ Σαμουὴλ διπλοῒς, Σκίμπους ταπεινὸς, οὐδ' ὅλως δεσμούμενος, Τὰ πρὸς κάρηνον παρθένων κοσμήματι Λίνῳ περισφίγγων τε καὶ σακκούμενος, Τὰ πρόσθεν εὐχῆς σύμβολα προκείμενα. 1214 Πῶς μή τι ῥήξω ῥῆμα τῶν ἐμοὶ ξένων; Οὐκ ἂν δυναίμην μή τι καὶ θυμοῦ φέρειν Κύβευμ'. Ἐπίσχες, ἢ τρυφὴν, ἢ τὰς τρίχας. Τί καὶ τὰ μὴ σὰ, καὶ τὰ σὰ ζητεῖς ἔχειν; Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. Χωρὶς τὰ Μεῤῥᾶς καὶ Σιλωὰμ ῥεύματα. Τὰ μὲν γὰρ οὐδὲ γευστά· τῶν δὲ καὶ νόσοι Ἡττῶντο πρῶτον ἀγγέλῳ κινουμένων. ∆ιπλοῦν φυτεύεις ἀμπελῶνα, δισσὰ δὲ Σπείρεις· τὸ δ' ἔνδυμ' ἐκ δυοῖν ὑφασμένον· Τὰ δ' οὐχ ὁμοζυγοῦντα συζυγῆ τιθεῖς. Ἀπηγόρευτο δ', εἴπερ οἶσθα, τῷ νόμῳ 1215 Τὸ πλεκτὸν, ἐκκλίναντι τὸν δισσὸν τρόπον Ἄλλος γυναικῶν κόσμος, ἄλλος ἀῤῥένων. Ἄλλο κολοιῶν ὕψος, ἄλλο δ' αἰετῶν· Αἰσχρὸν μεγάλων μίμησις ἐν μικροῖς λίαν· Μικροπρεπὲς γάρ. Οἱ Φαραὼ φαρμακοὶ Σαφῶς σε πειθέτωσαν ἱστορούμενοι. Ἀλλ' εἴ τις εἶναι τῶν σοφῶν ἐσπούδακας, Μή μοι μόνην τὴν ῥάβδον εἰς ὄφιν τρέπειν· Ζητῶ τὰ πάντα, κ' εἶναι τὸν μέγαν Ἀαρών· Εἰ δ' ἐντέταξαι σὺν μάγοις Αἰγυπτίων, Εἰ καλὸν, ἐξάσκησον εὐθέως ὅλον· Οὐδεὶς φθόνος σοι τῆς καλῆς μιμήσεως· Εἰ φαῦλον, ἐκτὸς