1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

18

στῆθι· φεῖσαι τῶν ἐμῶν· Ἐμὸν γὰρ ἴσθι, κἂν ὑποκρίνῃ σοφῶς. 1216 Ἀποστερεῖς με καὶ σὺ τὴν μίαν ἀμνάδα. Μοιχεύεται τὸ σχῆμα. Τίς Νάθαν φράσει; Ῥήξω τὸ φαιὸν προσδραμὼν χιτώνιον, Εἴ που λαβοίμην· καὶ γὰρ ἐν τούτοις ποτὲ Τρυφᾶτε, ὥσπερ βρωμάτων ἐν χείροσιν, Ὅταν πάθητε πλησμονὴν ἐν τιμίοις. Ῥῆξόν τι καὶ σὺ τῶν ἐμῶν, ἄν του λάβῃ Τῶν μαλθακωτέρων τε καὶ νόθων ἐμοί. Τούτων τί ἂν γένοιτο ἐνδικώτερον; Ἔστω Λάβαν τὰ λευκά· τἀπίσημα δὲ Τοῦ πολλὰ μοχθήσαντός ἐστι ποιμένος, Νυξὶν παγέντος, ἡλίῳ κεκαυμένου. Αἰσχρῶν μὲν οὖν αἴσχιστον ἡ τρόπου πλάσις. Ὅμως φύλασσε, καί μ' ἐπαινέτην ἔχεις. 1217 Νῦν δ' οἷόν ἐστι τοῦτο, καὶ τῷ προσφερές; Ἆρ' ἔστι καὶ παῖξαί τι τερπνῷ πλάσματι Σπουδῆς μεταξύ· καὶ γέλως ἐν δακρύοις, Γαλῆν καθίζει μῦθος εἴσω παστάδος· Νύμφῃ γὰρ εἶκε, νυμφικῶς ἐσταλμένη· Ἕδνα, κρότοι, γέλωτες, ἦν λαμπρὸς γάμος. Ἡ δ' ὡς ἴδεν μῦν διατρέχοντ' ἐν τῷ μέσῳ, Νύμφη μὲν ἦν, γαλῆ δέ· τῷ φανέντι γὰρ Ἐπιδραμοῦσα δεῖπνον εἶχεν, οὐ γάμον. Τοιοῦτός ἐστι πᾶς νόθος διδάσκαλος. Τὸ γὰρ πεφυκὸς οὐ ταχέως μεθίσταται. Ἀλλ' εὔστροφός τις οὗτος ἐν τοῖς πράγμασιν, Ὃν οὐκ ἐπαινεῖς, ἐντελής τε προστάτης 1218 Τρίβων παλαιῶν καὶ νέων κινημάτων· Ὁ δ' εὐσεβὴς μὲν, χρήσιμος δ' αὑτῷ μόνῳ. Τίς ταῦτά φησιν; ὡς λίαν κακότροπος! Οὐδεὶς γάρ ἐστιν, ὅστις αὑτῷ ζῇ μόνῳ, Οὔτ' οὖν καλῶν τις, οὔτε μὴν τῶν χειρόνων. Ἀλλ' ὥσπερ οὗτος, οὗ τύχοι σπάσας, ἀὴρ Εὐωδίας μετέσχεν, ἢ δυσωδίας, Οὕτω τάχιστα τοῖς πέλας ποιούμεθα, Καλοῖς μὲν ἧττον, τοῖς κακοῖς δὲ καὶ λίαν. Μᾶλλον γὰρ εὐμίμητον ἡ πονηρία. Εἰ δ' οὗτος ἡμῖν καὶ πρόεδρος ὢν τύχοι, Εἰ μὲν κάκιστος καὶ πονηρίας πλέως, Τοῦτ' ἔσθ' ὃ καὶ νῦν, ῥάμνον ἄρχειν τῶν ξύλων· 1219 Εἰ δὲ κράτιστος, αὖθις ἐν στύλῳ πυρὸς Ἡγουμένῳ πορεύετ' Ἰσραὴλ μέγας Πρὸς ἣν ἅπαντες σπεύδομεν γῆν ἐλπίδος, Κἂν μὴ κυκλῶν τις, μηδ' ἀγοραῖος ὢν τύχοι, Πρωτεὺς σοφιστὴς εἰς κλοπὰς μορφωμάτων, Ἢ καὶ Μελάμπους, ἤ τις ἄλλος ἄστατος, Πᾶσιν τὰ πάντα ῥᾳδίως τυπούμενος, Πρὸς τὴν ἁπάντων ἀθρόαν καταστροφήν. Πῶς οὖν ἄχρηστον, εἰπέ μοι, τοῦτον καλεῖς, Πρὸς ὃν βλέποντες βελτίους γενοίμεθ' ἄν; Ἢ πῶς ἄριστον προστάτην καὶ δεξιὸν, Πρὸς ὃν βλέπων σὺ, τοὺς ἐμοὺς διαπτύεις; Τό τοι περιττὸν καὶ πρόσαντες τοῖς σοφοῖς· 1220 Τὸ δ' εὐγενὲς μάλιστα πιθανώτατον. Ἐκεῖνος εἴης, ὥς σου φρὴν, οὗτος δ' ἐγώ. Ἦ καὶ γραφέων ἄριστος οὗτός σοι δοκεῖ, Οὐχ ὃς γράφει κινούμεν' ἁπλοῖς χρώμασι, Ζεῦξίς τις, ἢ Πολύκλειτος, ἤ τις Εὐφράνωρ, Ἀλλ' ὃς μὲν ἀνθηραῖς τε καὶ παντασκίοις Βαφαῖς ἄμορφα σώματ' ἐξεργάζεται, Ὧν Καλλίμαχος, καὶ Κάλαϊς ἤστην, ὡς δοκῶ, Μόγις γράφοντες εἰκόνας τῶν εἰκόνων; Τοιοῦτός ἐστι πᾶς ἀνὴρ πολύτροπος. Ταῦτ' οὖν ὁρῶν ἔκαμνες εὑρεῖν ποιμένα. Ὡς μικρὸν ἐσπούδακας! ἐγκαλύπτομαι. Ὥσπερ λογιστὴν ἐσκόπεις τὸν προστάτην. 1221 Κόπρων μέλει σοι, μειζόνων δ' ἐμοὶ λόγος. Ἓν ἔστω τοῦδ' ἔργον ἱερέως, καὶ μόνον, Ψυχὰς καθαίρειν ἐν βίῳ τε καὶ λόγῳ, Ἄνω φέροντα ἐνθέοις κινήμασι, Γαληνὸν, ὑψίνουν τε, τὰς θείας μόνας Ἀκηλιδώτους ἐμφάσεις τυπούμενον, Ὥσπερ κάτοπτρον ἔνδοθεν μορφούμενον· Ἀγνάς τε πέμπειν προσφορὰς ὑπὲρ τέκνων, Ἕως ἂν αὐτοὺς προσφορὰν καταρτίσῃ. Τὰ δ' ἄλλ' ἀφείσθω τοῖς τάδ' ἐντελεστέροις. Οὕτως ἂν ἡμῖν ἀσφαλῶς ἔχοι βίος. Ἐπεὶ δέ σοι μέγιστον ἡ παῤῥησία, Ἔστω μέν· οὐδ' ἔμοιγε φαίνεται βραχὺ, 1222 Εἰ σὺν λόγῳ τε χρώμεθα, καὶ μετρίως. Ὅμως ἄκουσον, ὡς ἔχει· τοῦ γὰρ σοφοῦ Πλέον τὸ σιγᾷν, ἢ τὸ σὸν περιτρέχειν. Καὶ σοῦ μὲν ἔστι καὶ τὸ θάρσος, ὡς θράσος· Τοῦ δ' εὐγένεια καὶ τὸ συντελεῖν λόγον. Εἴ που δὲ καιρὸς ἐμπέσοι παῤῥησίας, Ὄψεις μαχητὴν τὸν πρᾶον, καὶ πηλίκος Ἐστὶ κατορθῶν, τηνικαῦτα γνωρίσεις. Γνώσῃ, τί κέρκωψ, καὶ τί βρυχᾶται λέων, Ὅταν τὸ μὲν σὸν ἐκπτύητ' ἀνθρώπινον, Κάμπτοντος εἰς γῆν τοῦ κακοῦ συνειδότος, Ὁ δ' ὢν ἄληπτος λαμβάνηται ῥᾳδίως. Τρόπου γὰρ οὐδέν ἐστι πιθανώτερον. 1223 Οὕτως ἔλαττον κἀνθάδ' ὁ τρίβων ἔχει· Ὅμως δὲ λαμπρὸς ἐν μέσοις καθέζεται, Ἀλλοτρίαν τράπεζαν ἐκκαρπούμενος, Περιφρονῶν ἅπαντας, ὡς