1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

18

τὰ ποίμνια, τὰ βουκόλια, τὰς ἀγέλας τῶν ἵππων, τῶν ἡμιόνων; οὐχὶ καὶ τὸν χορὸν τῶν παίδων ἀπώλεσας, καὶ τὴν σάρκα κατέκοψας ἅπασαν; τίνος ἕνεκεν ἀναχωρεῖς; Ὅτι ἐγένετο μὲν πάντα, ὅσα ἠθέλησα, φησίν· ὃ δὲ γενέσθαι μάλιστα ἠβουλόμην, καὶ δι' ὃ πάντα ἐποίησα, τοῦτο οὐκ ἐγένετο· οὐδὲ γὰρ ἐβλασφήμησε. ∆ιὰ γὰρ τοῦτο πάντα ἐκεῖνα ἐποίουν, φησὶν, ἵνα τοῦτο ἐξέλθῃ· τούτου δὲ μὴ γενομένου, οὐδέν μοι πλέον ἀπὸ τῆς ζημίας τῶν χρημάτων, ἐγένετο, καὶ τῆς τῶν παίδων ἀπωλείας, καὶ τῆς τοῦ σώματος πληγῆς· ἀλλὰ τοὐναντίον ἤπερ ἠβουλόμην ἐξέβη, λαμπρότερον ἐποίησα τὸν ἐχθρὸν, καὶ φαιδρότερον εἰργασάμην. Ἔγνως ὅσον τῆς θλίψεως τὸ κέρδος; Καλὸν μὲν 64.556 γὰρ τὸ σῶμα καὶ ὑγιαῖνον ἦν· πολλῷ δὲ σεμνότερον γέγονε, κατατμηθὲν ὑπὸ τῶν τραυμάτων ἐκείνων. Ἐπεὶ καὶ ἔρια καλὰ μὲν καὶ πρὸ τῆς βαφῆς, ἐπειδὰν δὲ ἁλουργὰ γένηται, ἄφατον προσλαμβάνει τὸ κάλλος, καὶ πολλὴν τὴν εὐπρέπειαν. Εἰ μὴ ἀπέδυσεν αὐτὸν, οὐκ ἂν ἔγνωμεν τοῦ στεφανίτου τὴν εὐεξίαν· εἰ μὴ διέτρησεν αὐτοῦ τὸ σῶμα ταῖς ὠτειλαῖς, οὐκ ἂν ἀντέλαμψαν ἔνδοθεν αἱ ἀκτῖνες· εἰ μὴ ἐκάθισεν αὐτὸν ἐπὶ τῆς κοπρίας, οὐκ ἂν ἔγνωμεν αὐτοῦ τὸν πλοῦτον· οὐδὲ γὰρ οὕτω λαμπρὸς ἐπὶ θρόνου καθήμενος βασιλεὺς, ὡς ἐκεῖνος, ἐπὶ τῆς κοπρίας τότε καθήμενος, ἐπίσημος ἦν, καὶ περιφανής· μετὰ μὲν γὰρ τὸν βασιλικὸν θρόνον, θάνατος, μετὰ δὲ τὴν κοπρίαν ἐκείνην, οὐρανῶν βασιλεία. Ταύτην παρέθηκα τὴν ἱστορίαν, οὐχ ἵνα ἐπαινῆτε τὰ λεγόμενα, ἀλλ' ἵνα τὴν ἀρετὴν τοῦ ἀνδρὸς, καὶ τὴν ὑπομονὴν μιμήσησθε· ἵνα διὰ τῶν ἔργων αὐτῶν μάθητε, ὅτι οὐδὲν δεινὸν τῶν ἀνθρωπίνων, ἀλλ' ἡ ἁμαρτία μόνη. Οὐ πενία, οὐ νόσος, οὐχ ὕβρις, οὐκ ἐπήρεια, οὐκ ἀτιμία, οὐ τὸ πάντων δοκοῦν ἔσχατον εἶναι τῶν κακῶν, ὁ θάνατος· ὀνόματα γὰρ ταῦτα μόνον ἐστὶ, τοῖς φιλοσοφοῦσι, συμφορῶν ὀνόματα, πραγμάτων ἔρημα· ἡ δὲ ἀληθὴς συμφορὰ, τὸ προσκροῦσαι Θεῷ, καὶ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Λείπεται δὲ κατορθωμάτων, καὶ παθημάτων ποιήσασθαι σύγκρισιν, ἵνα μάθῃς σαφῶς, ὅτι οὐ κατορθώμασι μόνον, ἀλλὰ καὶ παθήμασιν, ἀμοιβαὶ κεῖνται, καὶ ἀμοιβαὶ σφόδρα μεγάλαι, καὶ παθήμασιν οὐκ ἔλαττον ἢ κατορθώμασι, μᾶλλον δέ ἐστιν ὅπου πλέον, ἢ κατορθώμασι. Καὶ εἰσαγάγωμεν, εἰ δοκεῖ, τὸν μέγαν τῆς ὑπομονῆς ἀθλητὴν, τὸν ἐν ἑκατέροις διαλάμψαντα τούτοις, ἵνα εἴδῃς πόθεν μειζόνως διέλαμψεν· ἴδωμεν οὖν συγκρίναντες, πότε λαμπρότερος ἦν, ὅτε κοινὸς ἦν λιμὴν τοῖς χρῄζουσιν, ἢ ὅτε ἔπασχε τὰ ὀδυνηρὰ, καὶ πολλὴν ἐντιθέντα αὐτῷ τὴν ἀθυμίαν· ὅτε τὴν οἰκίαν αὐτοῦ πᾶσι τοῖς παριοῦσιν ἀνέῳξεν, ἢ ὅτε κατενεχθείσης αὐτῆς οὐδὲν ἐφθέγξατο ῥῆμα πικρὸν, ἀλλ' εὐφήμησε τὸν Θεόν· καίτοι τὸ μὲν κατόρθωμα ἦν, τὸ δὲ πάθημα. Πότε φαιδρότερος ἦν, εἰπέ μοι; ὅτε ἔθυεν ὑπὲρ τῶν παίδων, καὶ πρὸς ὁμόνοιαν αὐτοὺς συνῆγεν, ἢ ὅτε καταχωσθέντων αὐτῶν, καὶ τῷ πικροτάτῳ τρόπῳ τῆς τελευτῆς καταλυσάντων τὸν βίον, μετὰ πολλῆς τῆς φιλοσοφίας ἤνεγκε τὸ συμβάν; Πότε μᾶλλον ἐξέλαμψεν; ὅτε ἀπὸ τῆς κουρᾶς τῶν ἀρνῶν αὐτοῦ ἐθερμάνθησαν τῶν γυμνῶν οἱ ὦμοι, ἢ ὅτε ἀκούσας, Πῦρ ἐξ οὐρανοῦ ἔπεσε καὶ κατέφαγε τὴν ἀγέλην μετὰ τῶν ποιμένων, οὐ διεταράχθη, οὐδὲ ἐθορυβήθη, ἀλλὰ πράως ἤνεγκε τὴν συμφοράν; Πότε μείζων ἦν; ὅτε τῇ ὑγιείᾳ τοῦ σώματος εἰς τὴν τῶν ἀδικουμένων ἐκέχρητο προστασίαν, συντρίβων τὰς μύλας τῶν ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων ἐξαρπάζων ἁρπάγματα, καὶ λιμὴν αὐτοῖς γινόμενος, ἢ ὅτε τὸ σῶμα 64.557 τοῦτο αὐτοῦ, τὸ τῶν ἀδικουμένων ὅπλον, ἑώρα κατεσθιόμενον ὑπὸ σκωλήκων, καὶ καθήμενος ἐπὶ τῆς κοπρίας, αὐτὸς αὐτὸ κατέξαινε, λαβὼν ὄστρακον; Τήκω γὰρ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων, φησί. Καίτοι ἐκεῖνα μὲν πάντα κατορθώματα, ταῦτα δὲ πάντα παθήματα ἦν· ἀλλ' ὅμως ταῦτα αὐτὸν λαμπρότερον ἐκείνων ἀπέφηνε. Τοῦτο γὰρ μάλιστα τὸ πικρότατον αὐτῷ τῆς παρατάξεως μέρος ἦν, καὶ μείζονος δεόμενον τῆς ἀνδρείας, καὶ εὐτονωτέρας ψυχῆς, καὶ ὑψηλοτέρας διανοίας,