1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

19

στάχυσι τούτοις τοῖς πνευματικοῖς. Σκόπει δέ μοι, ἀγαπητέ, τῆς χάριτος τὴν ὑπερβολήν. Ἰδοὺ γὰρ ἐν μιᾷ νυκτὶ πόσους ἀθρόον ἀπέτεκεν ἡ πνευματικὴ αὕτη μήτηρ. Καὶ μὴ θαυμάσῃς· τοιαῦται γὰρ αἱ ὠδῖνες αἱ πνευματικαί· οὐ δέονται χρόνου καὶ περιόδου μηνῶν. 4.2 Φέρε οὖν καὶ ἡμεῖς συνησθῶμεν καὶ κοινωνήσωμεν αὐτῇ τῆς εὐφροσύνης. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν οὐρανῷ, πολλῷ μᾶλλον ἐπὶ τοσούτῳ πλήθει προσήκει σκιρτᾶν ἡμᾶς καὶ εὐφραίνεσθαι καὶ δοξάζειν τὸν φιλάνθρωπον Θεὸν ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ. Καὶ γὰρ ἀληθῶς πάντα λόγον ὑπερβαίνει τῶν τοῦ Θεοῦ δωρεῶν τὸ μέγεθος. Ποῖος νοῦς, ποία διάνοια, ποῖος λογισμὸς καταλαβεῖν δυνήσεται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὴν ὑπερβολὴν καὶ τῶν ἀφάτων δωρεῶν τὰ μεγέθη ἃ τῇ τῶν ἀνθρώπων φύσει κεχάρισται. 4.3 Οἱ γὰρ χθὲς καὶ πρώην δοῦλοι τῆς ἁμαρτίας καὶ ἀπαρρησίαστοι καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου τυγχάνοντες καὶ καθάπερ αἰχμάλωτοι οὕτως ἀγόμενοι καὶ περιαγόμενοι, ἰδοὺ σήμερον εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθησαν καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ τὴν βασιλικὴν ἐνδυσάμενοι στολήν, αὐτῷ σχεδὸν ἀντιλάμπουσι τῷ οὐρανῷ καὶ φαιδρότερον τῶν ἀστέρων τούτων ὀφθέντες τὸ φῶς καταυγάζουσι τῶν εἰς αὐτοὺς ὁρώντων τὰς ὄψεις. Ἐκεῖνοι μὲν γὰρ ἐν νυκτὶ μόνον φαίνουσιν· ἐν ἡμέρᾳ δὲ οὐκ ἄν ποτε φανεῖεν. Οὗτοι δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁμοίως λάμπουσιν, ἀστέρες γάρ εἰσι πνευματικοί, καὶ πρὸς αὐτὸ τὸ ἡλιακὸν ἁμιλλῶνται φῶς, μᾶλλον δὲ καὶ τοῦτο πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσιν. Εἰ γὰρ καὶ ταύτῃ τῇ εἰκόνι ἐχρήσατο ὁ δεσπότης Χριστὸς δεικνὺς τῶν δικαίων τὴν ἐν τῷ μέλλοντι αἰῶνι φαιδρότητα εἰπών· «Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος», οὐκ ἐπειδὴ τοσοῦτον λάμπουσιν μόνον ἀλλ' ἐπειδὴ οὐκ ἦν ἕτερον αἰσθητὸν παράδειγμα εὑρεῖν τούτου φαιδρότερον, διὰ τοῦτο ταύτῃ τῇ εἰκόνι παρέβαλε τὴν τῶν δικαίων λῆξιν. 4.4 Τούτους οὖν καὶ ἡμεῖς σήμερον περιπτυξώμεθα τοὺς τῶν ἀστέρων μᾶλλον φαίνειν δυναμένους, τοὺς ταῖς ἡλιακαῖς ἀκτῖσιν ἀντιλάμποντας, καὶ μὴ μόνον ταῖς σωματικαῖς ταύταις χερσὶν αὐτοὺς περιβάλωμεν ἀλλὰ καὶ διὰ τῆς παραινέσεως τῆς πνευματικῆς τὴν περὶ αὐτοὺς φιλοστοργίαν ἐπιδειξώμεθα καὶ παρακαλέσωμεν, ἐννοήσαντας τῆς φιλοτιμίας τοῦ δεσπότου τὴν ὑπερβολὴν καὶ τοῦ ἱματίου τὴν φαιδρότητα ὅπερ ἐνδύσασθαι κατηξιώθησαν. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε», οὕτω λοιπὸν ἅπαντα καὶ ποιεῖν καὶ πράττειν ὡσανεὶ τὸν τῶν ὅλων δημιουργὸν καὶ δεσπότην τῆς ἡμετέρας φύσεως τὸν Χριστὸν ἔνοικον ἔχοντας. Ὅταν δὲ εἴπω τὸν Χριστόν, καὶ τὸν Πατέρα λέγω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ γὰρ αὐτὸς ὑπέσχετο λέγων· «Ἐάν τις ἀγαπᾷ με καὶ τὰς ἐντολάς μου τηρήσῃ, ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» 4.5 Ὁ τοιοῦτος λοιπὸν κἂν ἐν γῇ βαδίζῃ, ὡς ἐν οὐρανοῖς διατρίβων οὕτω διακείσεται, τὰ ἄνω φρονῶν, τὰ ἄνω φανταζόμενος, οὐκέτι δεδοικὼς τοῦ πονηροῦ δαίμονος τὰς ἐπιβουλάς. Ὅταν γὰρ ἴδῃ τὴν τοσαύτην μεταβολὴν ὁ διάβολος καὶ ὅτι οἱ πρότερον ὑπὸ τὴν αὐτοῦ δεσποτείαν ὄντες εἰς τοσοῦτον ὕψος ἀνηνέχθησαν καὶ τοσαύτης ἠξιώθησαν φιλανθρωπίας παρὰ τοῦ δεσπότου, κατῃσχυμμένος ἄπεισιν οὐδὲ ἀντιβλέψαι τολμῶν· οὐδὲ γὰρ φέρει τὰς μαρμαρυγὰς τὰς ἐντεῦθεν ἀπαστραπτούσας, ἀλλ' ὑπὸ τῆς αὐγῆς τοῦ φωτὸς τοῦ ἐντεῦθεν ἐκπεμπομένου ἀποτυφλωθεὶς τὰς ὄψεις ἄπεισι νῶτα δούς. 4.6 Ἀλλ' ὑμεῖς οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, οἱ εἰς τὸν οὐρανὸν σήμερον πολιτογραφηθέντες, οἱ εἰς τὴν ἑστίασιν ταύτην τὴν πνευματικὴν κληθέντες καὶ τῆς τραπέζης τῆς βασιλικῆς ἀπολαύειν μέλλοντες, ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν προθυμίαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε. Φιλάνθρωπος γὰρ ὢν ὁ δεσπότης ὁ ἡμέτερος, ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς ἤδη παρασχεθεῖσιν εὐγνώμονας γενομένους καὶ πολλὴν τὴν φυλακὴν περὶ τὸ τῶν δωρεῶν μέγεθος ἐπιδειξαμένους, ἐπιδαψιλεύεται τὴν χάριν κἂν μικρόν τι εἰσενέγκωμεν μεγάλαις αὐτὸς ἡμᾶς φιλοτιμεῖται ταῖς δωρεαῖς. 4.7 Ἐπεὶ καὶ Παῦλος ὁ τῆς οἰκουμένης