1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

19

καὶ πλείονα περὶ τὸν Θεὸν ἐχούσης ἀγάπην. ∆ιά τοι τοῦτο, ἐκείνων μὲν γινομένων, εἰ καὶ ἀναισχύντως, καὶ σφόδρα ἰταμῶς, ἀλλὰ ὅμως ἀντεῖπεν ὁ διάβολος λέγων· Μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον; τούτων δὲ συμβάντων, ἐγκαλυψάμενος ἀνεχώρησε, νῶτα δοὺς, καὶ οὐδὲ ἀναισχύντου τινὸς ἀντιλογίας σκιὰν γοῦν ἔχων προβαλέσθαι. «Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις, λέγων· Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν, προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;» Ὁ δὲ, περαιτέρω προϊόντος αὐτῷ τοῦ ἀγῶνος, πάλιν ἑτέρους ἀναδεῖται στεφάνους, ἐκ τῶν πρὸς τὴν γυναῖκα ῥημάτων. Καὶ γὰρ ἡ γυνὴ μᾶλλον λοιπὸν ὑπελείφθη, πάντων ἀφανισθέντων αὐτῷ, καὶ τῶν παίδων, καὶ τῶν κτημάτων, καὶ αὐτοῦ τοῦ σώματος, καὶ αὕτη πρὸς πεῖραν καὶ ἐπιβουλήν· διὰ τοῦτο αὐτὴν μετὰ τῶν τέκνων οὐκ ἠφάνισεν ὁ διάβολος, οὐδὲ ᾔτησεν αὐτῆς τὴν σφαγὴν, ἐπειδὴ προσεδόκησε μεγάλως αὐτῷ συντελεῖν, πρὸς τὴν ἐπιβουλὴν τοῦ ἁγίου τούτου· διὰ τοῦτο, ὥσπερ τι μέγιστον ὅπλον, αὐτὴν αὐτῷ κατέλιπεν. Εἰ γὰρ παραδείσου, φησὶ, δι' αὐτῆς ἐξέβαλον τὸν Ἀδὰμ, πολλῷ μᾶλλον ἀπὸ κοπρίας ὑποσκελίσαι δυνήσομαι τὸν Ἰώβ. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ τῶν βοῶν ἀπολλυμένων προσήγαγε τὸ μηχάνημα τοῦτο, οὐδὲ τῶν ὄνων, οὐδὲ τῶν καμήλων, ἀλλ' οὐδὲ τῆς οἰκίας κατενεχθείσης, οὐδὲ τῶν παίδων καταχωσθέντων, ἀλλὰ σιγᾷ τέως καὶ ἡσυχάζει, πρὸς τὸν ἀθλητὴν ὁρῶν· ὅτε δὲ τῶν σκωλήκων ἀνέβλυσεν ἡ πηγὴ, καὶ σηπόμενον τὸ δέρμα κατέῤῥει, καὶ δαπανώμεναι αἱ σάρκες, ἰχῶρα πολλῆς γέμοντα δυσωδίας ἐποίουν, καὶ τηγάνων, καὶ καμίνων, καὶ πάσης φλογὸς ὀδυνηρότερον, αὐτὸν ἡ τοῦ διαβόλου κατανήλισκε χεὶρ, θηρίου παντὸς χαλεπώτερον διατρώγουσα πάντοθεν, καὶ κατεσθίουσα τὸ σῶμα· καὶ ἐν ταύτῃ τῇ συμφορᾷ πολὺς προῆλθε χρόνος, τότε αὐτὴν προσάγει, ἤδη τεταριχευμένῳ καὶ κατεργασθέντι. Εἰ γὰρ παρὰ τὰ προοίμια προσῆλθε τῆς συμφορᾶς, οὐδ' ἂν ἐκεῖνον εὗρεν οὕτως ἐκνενευρισμένον, οὐδ' ἂν αὕτη τὴν συμφορὰν ἔσχεν ἐξογκῶσαι οὕτω καὶ ἐπάραι τῷ λόγῳ. Νυνὶ δὲ ὅτε αὐτὸν εἶδε, διὰ τὸ μῆκος τοῦ χρόνου διψῶντα ἀπαλλαγῆς, καὶ ἐπιθυμοῦντα τῆς τῶν ἐπικειμένων λύσεως σφοδρῶς, τότε προσέρχεται. Ὅτε γὰρ σφόδρα κατειργασμένος ἦν, καὶ οὐδὲ ἀναπνεῖν λοιπὸν εἶχεν, ἀλλὰ καὶ ἀποθανεῖν ἐπεθύμει, 64.560 ἄκουσον τί φησιν· Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι, ἢ δεηθείς τε ἑτέρου, καὶ ποιήσει μοι τοῦτο. Καὶ θέα μοι τὴν κακουργίαν τῆς γυναικὸς, πόθεν εὐθέως προοιμιάζεται ἀπὸ τοῦ πλήθους τοῦ χρόνου· Μέχρι τίνος καρτερήσεις; λέγουσα. Εἰ δὲ πολλάκις, καὶ πραγμάτων οὐκ ὄντων, λόγοι μόνοι ἴσχυσαν μαλάξαι, ἐννόησον τί τότε πάσχειν αὐτὸν εἰκὸς ἦν, μετὰ τῶν ῥημάτων τούτων, καὶ τῶν πραγμάτων ὀδυνόντων αὐτόν· καὶ τὸ δὲ πάντων χεῖρον, ὅτι καὶ γυνὴ ταῦτα λέγουσα ἦν, καὶ γυνὴ ἀναπεσοῦσα, καὶ ἀπαγορεύουσα, καὶ διὰ τοῦτο σπουδάζουσα καὶ αὐτὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν. Πλὴν ἀλλ' ἵνα σαφέστερον ἴδωμεν τὸ μηχάνημα, τῷ ἀδαμαντίνῳ τούτῳ προσαγόμενον τείχει, καὶ αὐτῶν ἀκούσωμεν τῶν ῥημάτων. Τίνα οὖν ἐστι ταῦτα; Μέχρι τίνος καρτερήσεις λέγων, Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου. Ἤλεγξε γάρ σου, φησὶ, τὰ ῥήματα ὁ χρόνος, μακρότερος μὲν γινόμενος, λύσιν δὲ οὐδεμίαν ἐμφαίνων. Ταῦτα δὲ ἔλεγεν, οὐκ εἰς ἀπόγνωσιν αὐτὸν ἐμβάλλουσα μόνον, ἀλλὰ καὶ ὀνειδίζουσα, καὶ κωμῳδοῦσα· καὶ γὰρ ἐκεῖνος ἐνοχλοῦσαν ἀεὶ παραμυθούμενος, καὶ διακρουόμενος, τοιαῦτα ἐφθέγγετο, ἀνάμεινον ἔτι μικρὸν, καὶ ταχέως ἔσεται τούτων τὸ τέλος· ὀνειδίζουσα τοίνυν αὐτῷ, φησὶ, μὴ καὶ νῦν τὸ αὐτὸ ἐρεῖς; πολὺς γὰρ χρόνος ἤδη παρέδραμε, καὶ τέλος τούτων οὐδὲν ἀνεφάνη. Τί τὸν ἀθλητὴν, ὦ γύναι, ἐκλύεις; τί καταστέλλεις τὰς χεῖρας; ∆έον εἰπεῖν, Ἔτι μικρόν. Καὶ θέα τὴν κακουργίαν· οὐδὲ γὰρ μέμνηται τῶν βοῶν, οὐ τῶν προβάτων, οὐδὲ τῶν καμήλων·