1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

20

ᾔδει γὰρ οὐ σφόδρα αὐτὸν τούτοις δακνόμενον, ἀλλ' ἐπὶ τὴν φύσιν εὐθέως ἔρχεται, καὶ τῶν παίδων ἀναμιμνήσκει· ἐπ' αὐτοῖς γὰρ εἶδεν αὐτὸν, καὶ τὴν ἐσθῆτα διαῤῥήξαντα, καὶ τὴν κόμην ἀποκειράμενον· καὶ οὐκ εἶπεν, Ἀπώλετό σου τὰ παιδία, ἀλλὰ σφόδρα περιπαθῶς· «Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.» Παρὰ μὲν τὴν ἀρχὴν, ποθεινὸν τὸ τῶν παίδων ἦν, διὰ τὸ καταλιμπάνειν ἕκαστον μνημόσυνον, καὶ λείψανα τῆς ἑαυτοῦ ζωῆς. Ἐπειδὴ γὰρ ἀναστάσεως οὐδέπω ἦσαν ἐλπίδες, ἀλλ' ὁ θάνατος ἐκράτει, καὶ μετὰ τὴν ἐντεῦθεν ζωὴν, ἀπόλλυσθαι ἐνομίζοντο οἱ τελευτῶντες· ἔδωκεν ὁ Θεὸς τὴν ἐκ τῶν παίδων παραμυθίαν, ὥστε τῶν ἀπελθόντων ἐμψύχους εἰκόνας μένειν, καὶ τὸ γένος ἡμῶν διατηρεῖσθαι, καὶ τοῖς μέλλουσι τελευτᾷν, καὶ τοῖς ἐπιτηδείοις τῶν ἐκείνων, μεγίστην εἶναι παραμυθίαν, τὰ ἐκείνων ἔκγονα. Καὶ ἵνα μάθῃς, ὅτι διὰ τοῦτο μάλιστα ποθεινὰ τὰ τέκνα ἦν, ἄκουσον τί πρὸς τὸν Ἰὼβ ἀποδύρεται, μετὰ τὰς πολλὰς καὶ ἀφάτους πληγὰς, ἡ γυνή. Ἰδοὺ, φησὶν, ἀπώλετό σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς. Καὶ πάλιν ὁ Σαοὺλ πρὸς τὸν ∆αβίδ· Ὄμο 64.561 σόν μοι, ἵνα μὴ ἀφανίσῃς τὸ σπέρμα μου, καὶ τὸ ὄνομά μου μετ' ἐμέ. Εἰ γὰρ καὶ νῦν, ἀναστάσεως φανείσης, ἐντεῦθέν ἐστι τὰ παιδία ἐπέραστα, ἀπὸ τοῦ τὴν μνήμην τῶν ἀπελθόντων διατηρεῖν, πολλῷ μᾶλλον τότε· διὰ τοῦτο καὶ ἡ ἀρὰ ἐντεῦθεν γίνεται πικροτέρα· οὐδὲ γὰρ ἐκεῖ τὰ παιδία ὁ ἐπαρώμενος εἶπεν, ἐξολοθρευθείη, ἀλλὰ, τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς. Υἱοὶ καὶ θυγατέρες. Εἰποῦσα δὲ, τὸ μνημόσυνον, μετὰ ἀκριβείας πάλιν, ἑκατέρας τῆς φύσεως μέμνηται. Οὐχ υἱὸς, φησὶν, οὐ θυγάτηρ περιλέλειπται, οἳ τὴν μνήμην τῇ διαδοχῇ φυλάξωσι· μονονουχὶ λέγουσα, ὅτι εἰ καὶ ὑγιάναι συμβαίη, ἀνόνητος ἡ τῆς ὑγιείας ἀπόλαυσις, παίδων οὐκ ὄντων· ἐπὶ παισὶ γὰρ εἶχον τὴν ἐλπίδα τῆς διαμονῆς οἱ πάλαι, καὶ τὴν μέλλουσαν ἐπαγγελίαν, ἀναστάσει ἐμιμοῦντο θνητῇ. Οὐ μέμνηται τῶν χρημάτων, οὐδὲ τῶν θρεμμάτων· ᾔδει γὰρ μεγαλόψυχον, ἀλλ' ὃ μάλιστα καθάψασθαι αὐτοῦ ἴσχυσε· ποίαν, φησὶ, προσδοκᾷς ἔσεσθαι μεταβολήν; μὴ τοὺς ἀφανισθέντας ἐπανελθεῖν ἔνι λοιπόν; ἄγονος, ἄπαις, πρόῤῥιζος ἀνεσπάσθης, οὐ καταλειφθέντος τινὸς, δι' οὗ μνημονευθήσῃ. Εἰ δὲ σοὶ, φησὶν, οὐ μέλει τούτων, κἂν τὸ ἐμὸν σκόπει. Καὶ ὅρα τὸ περιπαθές· Τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων· ὠδῖνες μὲν, τοῦ τόκου· πόνοι δὲ, τῆς ἀνατροφῆς. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἡ τὸ πλέον ἐνεγκοῦσα, ἠδίκημαι διὰ σὲ, καὶ τοὺς μὲν πόνους ὑπέστην, τῶν δὲ καρπῶν ἀπεστέρημαι. Ταῦτα δέ φησιν, ἵνα δείξῃ, καὶ ἑαυτὴν κοινωνοῦσαν τῆς συμφορᾶς· ἀπίθανος γὰρ δοκεῖ σύμβουλος, ὁ ἐν ἀλλοτρίοις φιλοσοφῶν κακοῖς. ∆ιὰ πάντων οὖν τῶν ῥημάτων βέλος ὀλιγωρίας ἐξαποστέλλουσα, συμμίγνυσι καὶ τὸ ἑαυτῆς πρόσωπον, ἵνα τῇ τε τῶν παίδων μνήμῃ, τῷ τε ἑαυτῆς πάθει, μειζόνως ἐκκαλέσηται εἰς ἀποδυσπέτησιν τὸν δίκαιον. Τί, φησὶ, τὸ παρὸν αἰεὶ διωθούμενος, ἀπὸ τῶν μελλόντων σαυτὸν παραθαρσύνεις εἰκῆ, ἄπαις, ἄοικος, γυμνὸς, ἐξεφθαρμένος; «Σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι, διανυκτερεύων αἴθριος.» Μεγάλη ἔμφασις, αὐτὸς, ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμάσιος, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν. Καὶ ὅρα πῶς οὔτε τίθησι τὴν ζημίαν τῶν χρημάτων, οὔτε σιγᾷ αὐτὴν καὶ παρατρέχει, ἀλλ' ὡς ἐνῆν, καὶ περιπαθῶς αὐτὴν ἀπαγγεῖλαι, οὕτως αἰνίττεται· ὅταν γὰρ εἴπῃ, «Κἀγὼ πλανωμένη καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας,» Καὶ τὴν ζημίαν αἰνίττεται, καὶ πολλὴν τὴν προσπάθειαν δείκνυσι· καὶ γὰρ καὶ αἱ λέξεις αὗται ἱκαναὶ ἐπάραι τὴν συμφοράν· Ἐπὶ γὰρ τὰς ἑτέρων ἔρχομαι θύρας, φησί. 64.564 Οὐ προσαιτῶ δὲ μόνον, ἀλλὰ καὶ πλανῶμαι, καὶ δουλεύω δουλείαν ξένην καὶ καινὴν, πανταχοῦ περιϊοῦσα, καὶ τὰ σύμβολα τῆς συμφορᾶς περιφέρουσα, καὶ πάντας διδάσκουσα τὰ ἐμὰ κακὰ, ἄλλοτε ἄλλον τόπον ἀμείβουσα, καὶ θυροκοποῦσα τῆς