1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

21

ἐσθλὸν Ἄνακτος. Εἰκὼ μέν τις ἔγραψεν ἀπ' εἰκόνος ἀρχετύποιο, Στησάμενος προπάροιθε, πίναξ δ' ὑπεδέξατο μορφήν· Ὑμᾶς δ' εἰσορόων τις, ἐναντίον οἶμον ὁδεύοι. Καὶ τόδε μοῦνον ὄνειαρ ἀφ' ὑμετέρης κακότητος» Κήρυξ μὲν δὴ τοῖα βριήπυος. Αὐτὰρ ἔγωγε ∆είδια μὲν Μωσῆος ἀγακλέος οἷον ἄκουσα, 1237 Ὃς μοῦνος νεφέλης εἴσω Θεὸν ἔδρακεν ἄντην, Τοὺς δ' ἄλλους ἐκέλευσεν ὑπὸ προπόδεσσι μένοντας, Ἁγνοτάτους ἁγνοῖσιν ἐν εἵμασι καὶ τρομέοντας Μούνης εἰσαΐειν θείης ὀπός. Οὐ γὰρ ἄμεινον Οὐδ' αὐτοῖς θήρεσσι πατεῖν πέδον οὐρανίοιο, Μὴ καὶ ῥηγνυμένοισιν ὑπὸ σκοπέλοισι δαμεῖεν. ∆είδια δ' αὖ παίδων Ἀαρὼν μόρον, οἵ ῥα θυηλὰς Θέντες ἐπὶ ξείνοιο πυρὸς, ξείνως καὶ ὄλοντο Αὐτίκα, καὶ θυέων χῶρος θανάτοιο τελέσθη, Καὶ παῖδές περ ἐόντες Ἀρὼν μεγάλοιο, δάμασθεν. Ὣς δὲ καὶ Ἡλείδῃσιν ἐπέχραε λυγρὸς ὄλεθρος, Ἡλείδαις, ὅτι μάργον ἔχον νόον. Ἦ γὰρ ἔβαλλον Οὐχ ἱερὰς παλάμας ἱερῶν καθύπερθε λεβήτων. Οὐδὲ μὲν οὐδ' Ἡλεὶ χόλον ἔκφυγεν, ἀλλὰ καὶ αὐτὸν 1238 Οὐχ ὁσίη γαστὴρ παίδων ἐχάλεψε δίκαιον, Καί περ ἀεὶ βρίσαντα ὀνειδείοις ἐπέεσσιν. Εἰ δὲ τόση τοίῃσιν ἁμαρτάσι μῆνις ἔπεστιν, Ὁσσατίης δέος ἐστὶν ἐπὶ πλεόνεσσι κακοῖσι! Καὶ σὲ, κιβωτὸν ἄνασσαν, ὃς ἥδρασε χειρὶ βεβήλῳ Κλινομένην, θάνεν αἶψα. Θεοῦ δέ τε νηὸν ἔθηκεν Ἄψαυστον παλάμῃσιν, ἐρείσματα τἄκτοθι τοίχων. Τοὔνεκεν αἰάζω, πίπτω δ' ὑπὸ σεῖο πόδεσσι, Χριστὲ ἄναξ, μή μοί τις ἀπαντήσειεν ἀνίη Χαζομένῳ. Κέκμηκα λύκοις δηλήμοσι ποίμνης, Ποιμέσι μαρνάμενος δηρὸν χρόνον. Ἐκ μελέων δὲ Ῥικνῶν ἔπτατο θυμὸς, ἀναπνείω δ' ὀλίγον τι Τειρόμενος καμάτοισι, καὶ αἴσχεσιν ἡμετέροισιν. Ὧν, οἱ μὲν θώκων ἱερῶν πέρι δῆριν ἔχοντες, 1239 Ἀντία κυμαίνοντες, ἐπασσυτέροισι κακοῖσι Βαλλόμενοι, βάλλοντες, ἀτειρέες εἰσὶ μαχηταὶ, Εἰρήνην βοόωντες, ἐφ' αἵμασι κυδιόωντες. Ὡς ὄφελον Γετθαῖαν ἀναπλήσαιεν ἀνίην, Ἔνδικον ἑδρήεσσαν, ἐφ' ἕδρῃ τίσιν ἔχοντες. Οἱ δ' ἄρα τοῖς ἑκάτερθε μεριζόμενοι, κλονέουσιν Ἀντολίην τε δύσιν τε, Θεὸς δ' ἐς σάρκας ἔληξεν, Ὧν ἄπο μαρναμένων καὶ οὔνομα καὶ μόθος ἄλλοις· Παῦλος ἐμὸς, Πέτρος δὲ τεὸς, κείνου δέ τ' Ἀπολλὼς Εἰσὶ θεοί. Χριστὸς δὲ μάτην ἥλοισι πέπαρται. Οὐ γὰρ ἀπὸ Χριστοῖο καλεύμεθα, ἐκ μερόπων δὲ, Κείνου καὶ χείρεσσι καὶ αἵματι κῦδος ἔχοντες. Τόσσος ἔρως φαέεσσιν ἐπήχλυσεν ἡμετέροισιν, 1240 Ἢ δόξης κενεῆς, ἢ κτήσιος, ἢ φθόνος αἰνὸς, Τηκεδανὸς, κακόχαρτος, ἐναίσιμον ἄλγος ἔχουσι! Καὶ πρόφασις Τριάς ἐστι, τὸ δ' ἀτρεκὲς, ἔχθος ἄπιστον. ∆ιπλόος ἐστὶν ἕκαστος, ὄϊς λύκον ἀμφικαλύπτων, Καὶ χαλκὸς λοχόων πικρὴν νεπόδεσσιν ἐδωδήν. Τοῖα μὲν ἡγητῆρες· ὁ δ' ἕσπεται ἐγγύθι λαὸς, Πρόφρονες ἐς κακίην, καὶ ἡγητῆρος ἄνευθεν. Οὐδέ τίς ἐστ' ἀγαθοῖο διάκρισις, οὐδὲ κακοῖο, Οὐ πινυτῆς πολιῆς, οὐκ ἀφραδέος νεότητος, Οὐ μογεροῦ βιότοιο θεουδέος, οὐ μαλακοῖο. Εἷς νόμος ἐστὶ, κάκιστον ἔχειν πλέον. Ὡς ἀπόλοιτο Κεῖνος ἀνὴρ, ὃς πρῶτος ἀνήγαγεν ἐνθάδ' ἀλιτρούς. Αὐτῶν κόσμος ἔοι, αὐτῶν Θεὸς, ὅσσα τ' ἀρίστοις 1241 Ἕσπεται ὑστατίοισιν ἐν ἤμασιν ἀμφιτάλαντα· Οἱ δ' ἀγαθοὶ μογέοιεν ἐτώσια. Τοῖα δικασταῖς Εὔαδεν ἡμετέροισι. ∆ίκη φυγὰς ἔνθεν ἀπέλθοι. Ἓν δ' ἄρα πάντα πέλοι, Χριστὸς, βροτὸς, ἥλιος, ἀστὴρ, Φῶς, σκότος, ἄγγελος ἐσθλὸς, Ἑωσφόρος οὐκέτι λάμπων. Πέτρῳ δ' ἴσα φέροιτο θεοκτόνος Ἰσκαριώτης, Καὶ Σολύμοις ἱεροῖσιν ἀλιτροτάτη Σαμάρεια. Ἴσα δ' ἔχοι χρυσός τε καὶ ἄργυρος, ἠδὲ σίδηρος, Μάργαρος ὀκρυόεντι λίθῳ, πηγαῖς δὲ χαράδραι· Πάντα δ' ἅμ' ἀλλήλοισι πεφυρμένα εἰς ἓν ἄγοιτο. Ὅς ποτ' ἔην, ὅτ' ἄκοσμος ἔην πρωτόκτιστος ὕλη, Κόσμον ἔτ' ὠδίνουσα διακριδὸν οὐ βεβαῶτα. 1242 Ἦν δ' ὅτε Μωαβίταις νηὸς μέγας οὐ βατὸς ἦεν, Οὐδὲ μὲν Ἀμμανίτῃσιν, ἐπεὶ στρατὸν ἤκαχον ἠΰν. Ἄλλους δ' ὑδροφόροισιν ἐνηρίθμησεν Ἰησοῦς, Καὶ ξυλοφορτηγοῖσιν, ἐπεί ῥά μιν ἐξαπάφησαν. Ταῦτα κακοῖς. Λευὶ δὲ γόνον μεγάλοιο γέρηραν. Σκηνῆς γάρ μιν ἔθηκαν ἐπουρανίης θεράποντα· Κἀνθάδ' ὅροι θυέων τε καὶ οὔδεος, ἠδὲ πόνοιο. Ἄλλος γάρ τ' ἄλλοισιν ἀνὴρ χέρας εἶχον ἐπ' ἔργοις, Ὅσσα τ' ἔην νηοῖο καὶ ἔκτοθεν ἐγκονέοντες. Κεῖνοι μὲν