1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

22

γὰρ, φησὶ, κατήνεγκεν τὸν πρῶτον ἄνθρωπον, αὕτη καὶ τούτου περιγενέσθαι δυνήσηται. Ἀλλ', ὦ ἀνόητε, ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἐνέσπειρε τὸν ἑαυτῆς, τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐ παίδων θάνατος ἄωρος, οὐ βάσανος σώματος ἀπαραμύθητος, οὐ μῆκος χρόνου τοσοῦτον· καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Πλὴν ἡ γυνὴ μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλὴν, καὶ οὐδὲ τότε λέγει φανερῶς, Βλασφήμησον· οἱ γὰρ πονηρὰ συμβουλεύοντες, οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν παραίνεσιν. Τί λέγεις, ὦ γύναι; δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξύναι μᾶλλον παραινεῖς; εἰ γὰρ ὁ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. «Ὁ δὲ ἐμβλέψας, εἶπεν αὐτῇ· Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας.» Βασιλείου καὶ Χρυσοστόμου. Ἀχθεὶς ἐπὶ τούτοις ῥήμασιν ὁ Ἰὼβ, ὡς ἐπ' οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα, καθάπερ πρὸς πολεμίαν, ἀποστραφεὶς, καὶ βλέψας εἰς αὐτὴν πικρὸν, καὶ πρὸ τῆς φωνῆς, ἀπὸ τῆς ὄψεως διεκρούσατο τὰ μηχανήματα. Ἐκείνη μὲν γὰρ προσεδόκησε δακρύων κινήσειν πηγάς· οὗτος δὲ λέοντος σφοδρότερος γέγονε, θυμοῦ πληρω 64.568 θεὶς, καὶ ἀγανακτήσεως, οὐχ ὑπὲρ ὧν ἔπασχεν, ἀλλ' ὑπὲρ ὧν ἐκείνη διαβολικῶς συνεβούλευσε· καὶ τῷ βλέμματι τὸν θυμὸν ἐνδειξάμενος, μεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν, καὶ γὰρ ἐν συμφοραῖς σώφρων ἦν. Καὶ τί φησιν; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· οὐχ οὕτω σε ἐπαίδευσα, φησὶν, οὐχ οὕτω σε ἔθρεψα· ὅθεν οὐδὲ ἐπιγινώσκω τὴν σύνοικον τὴν ἐμήν. Τὰ γὰρ ῥήματα ταῦτα ἀνοήτου γυναικὸς, καὶ παραπαιούσης ἡ συμβουλή. Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλὴν, μέχρι τίνος τὴν κοινὴν, ἐν οἷς λέγεις, ὑβρίζεις ζωήν; ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀνατροφὴν διέβαλες, ἐν οἷς ἐλάλησας· καὶ τὸν ἐμὸν βίον ἐξ ἡμισείας, ἠσεβηκέναι νενόμικα νῦν, ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσες. Εἶδες τομὴν σύμμετρον, καὶ πληγὴν ἱκανὴν διορθῶσαι τὸ νόσημα. Οὐκ εἶπεν, Ἄφρων εἶ καὶ ἀνόητος· ἀλλὰ τί; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· τουτέστιν, Οὐδὲν ἄξιον σεαυτῆς, οὐδὲ τῆς ἐμῆς ἐφθέγξω παιδεύσεως. Εἶτα μετὰ τὴν ἐπίπληξιν, καὶ συμβουλὴν εἰσάγει πάλιν, ἀρκοῦσαν αὐτὴν παραμυθήσασθαι, καὶ πολὺ τὸ εὔλογον ἔχουσαν, λέγων· «Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;» Ἀναμνήσθητι, φησὶ, τῶν προτέρων ἐκείνων, καὶ λογίζου τὸν αἴτιον, καὶ οἴσεις καὶ ταῦτα γενναίως. Εἶδες μετριοφροσύνην ἀνδρός; οὐδὲ γὰρ τῇ ἀνδρείᾳ αὐτοῦ λογίζεται τὴν ὑπομονὴν, ἀλλὰ τῆς τῶν πραγμάτων ἀκολουθίας αὐτὴν εἶναί φησι. Ἀντὶ τίνων γὰρ ἐκεῖνα ἡμῖν ἔδωκεν ὁ Θεός; ποίαν ἐκτιννὺς ἀμοιβήν; Οὐδεμίαν, ἀλλ' ἐξ ἀγαθότητος μόνης. ∆ωρεὰν γὰρ ἦν, οὐκ ἀμοιβὴ, καὶ χάρις, οὐκ ἀντίδοσις· οὐκοῦν καὶ ταῦτα φέρωμεν γενναίως· ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν, ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος δι' ὅλου μακάριος· τὸ διαπαντὸς εὖ πράττειν, μόνου Θεοῦ· σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σεαυτὴν παραμύθησον. Νῦν δακρύεις, ἀλλ' ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ' ἐπλούτησας πρότερον· ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν τοῦτο πίνουσα, καρτέρησον· οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα δι' ὅλου φαίνεται καθαρά. Ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος· τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει, καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλασσαν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν πράγματα δι' αἰῶνος ἡμῖν;