23
ἐμόχθησ', ἀλλ' ὅμως οὐκ ἄξια Μισθῶν, ὅσοι μένουσι τοὺς Θεῷ φίλους. Ἐπρίζεθ' Ἡσαΐας, ἀλλ' ἐκαρτέρει. Τὸ πῦρ ἐδεξιοῦτο τοὺς τρεῖς ἐν ξένῃ. 1250 Ἔῤῥιπτο θηρσὶν ὁ ∆ανιὴλ ὥσπερ φίλοις. Ῥώμῃ δὲ Παῦλος καὶ Πέτρος νικηφόροι. Ὁ Πρόδρομος δ' οὐ θῦμα τῆς παῤῥησίας; Ἴσασιν, ὡς τέθνηκα. Ὡς δ' ἐγὼ, Πάτερ, Σός εἰμι, κἄν με χείροσι στροβεῖν θέλοις.
ΙΕʹ. Εἰς ἑαυτὸν μετὰ τὴν ἀπὸ τῆς Κωνσταντίνου πόλεως ἐπάνοδον. Ἔρχομαι
ἐκ βιότοιο λιπὼν μέγα λαῖτμα θαλάσσης, Τῇ καὶ τῇ χαλεποῖς πνεύμασι βρασσόμενον. Ἔρχομ' ἔχων ὅσ' ἔρεξα, καὶ ὅσ' ἐμόγησ' ἀπολείψας, Τοῖς μὲν ὑποτρομέων, τοῖσι δὲ γηθόσυνος. Οὐδὲν τερπνὸν ἔλειψα, τό κεν ποθέων ἀκαχοίμην· Τοῖσι μὲν οὐκ ἐθέλων, τοῖς δ' ἐθέλων ἐδάμην. 1251 Οἶον ἐμοὶ κτέαρ ἔσκεν ἐράσμιον, οἶος ἀπ' ἄλλων Πλοῦτος, θαλπωρὴ λησμοσύνη καμάτων, Τῆς μεγάλης Τριάδος ξυνὸν σέλας, ἣν ἀναφαίνων, Ἄχρι καὶ ἀλλοδαπῶν ἤλυθον εὐπατριδῶν· Οὐ μὴν πάμπαν ἄτρωτος, ἐπὴν λάεσσιν ἐδέχθην, Ὥς τις ἀλιτήμων. Σὴ, Τριὰς, ἥδε χάρις. Ἔμπαγε μὴν ἀνέφηνα, καὶ ὡς κύκλον περὶ κέντρῳ Πάντας ἐτορνύμην ῥήμασιν εὐσεβίης. Ἦν δρόμος, ἀλλά μ' ἔπεμψε φθόνος καὶ νοῦσος ὀπίσσω, Πολλὰ μάλα φθονερῷ δαίμονι μεμφόμενον, Ὅστις ἐμῆς ὠδῖνος ἁγνὸν τόκον ἐξετίναξεν, Ἀρτιπαγῆ, ζωῆς ἑσταότ' ἐν προθύροις. Ἡ δ' ἄρ' ἐμὴ Τριὰς αὖθις ἀπὸ στομάτων ἀθεμίστων Τέμνεται, ἔν τ' ἀγοραῖς, ἔν τε χοροστασίαις, 1252 Καὶ πόρνοι κραταίουσι λόγοι. Τὸ δὲ φάσγανον, αἳ αἳ! Τίς πήξει Φινεὲς πορνοφόνῳ παλάμῃ Ζηλήμων ψυχήν τε καὶ οὔνομα, ἢ τίς ἀρήξει ∆όγμασιν Ἑβραίοις πλησσομένοις ἀδίκως Μωσῆς, ἐκ δ' ὀλέσας Αἰγύπτιον αὐτίκα μῦθον, Λαῷ πὰρ μεγάλῳ κῦδος ἔχῃσι μέγα; Τίς μὲν ὅλην θεότητα μετὰ φρεσὶν ᾗσι βάληται, Μηδὲν ὑποστέλλων τῆς μεγάλης Τριάδος Ἠὲ νόῳ πυκινῷ τε καὶ εὐσθενέεσσι λόγοισιν, Ἀντιπάλων ἐπέων θυμὸν ἀποσκεδάσει; Τίς δὲ βελῶν καιροῖσιν ἀκαμπέα πίστιν ἐρύξει, Ἄτροπος ἐν τρεπτοῖς κάρτεσιν ἱστάμενος; Μὴ δ' ὡς εὐρίποιο πολυπλάγκτοιο ῥέεθρον, Τήνδε μετακλίνοι ἔνθα καὶ ἔνθα ῥέων; 1253 Τίς δὲ μόθον κρυόεντά τ' ἐρισθενέων ἱερήων Στήσει, τοὺς φιλίης εἰς ἐν ἄγων προμάχους; Τοῦ μὲν ἐμοὶ πόθος ἦεν, ἐπεὶ Θεὸς ὧδε κελεύει, Χριστὸς ἄκος μερόπων οἷσι νόμοις παθέων, Οἷς σταυρῷ συνέδησεν ὁμῶς ἀγαθούς τε κακούς τε, Ὅστις ἀνακτορίης τηλόθεν, ὅς τε πέλας. Τοὔνεκα καὶ λίθος ἐστὶν ἐπ' ἀμφοτέροις ἀκρόγωνος, Λαοὺς εἰς ἓν ἄγων ἁρμονίῃ φιλίης. Ἦν πόθος· οἱ δέ με πρόσθεν ἀπεχθήραντες ἅτισαν, Οὔ τιν' ἐμῆς αἰδὼ θέντο παραιφασίης. Αἴθε δέ μοι Τριὰς ἦεν ἀδήριτος, ἣν βελέεσσι Βάλλουσιν πυκινοῖς! Ὦ Τριὰς, ἴσχε μόθον· Μηδέ μ' ἀθρήσειε κακὸς φθόνος, ἀλλὰ μόγοισι 1254 ∆ὸς τέλος ἡμετέροις ἐσθλὸν, ἀεξομένη. Κλεινὸν Ἀναστασίης χαίροις ἕδος, ἥ ῥα θανοῦσαν Πίστιν ἔθηκας ἄνω αὖθις ἐμοῖσι λόγοις. Σεῖο μὲν οὐδὲ θανὼν ἐπιλήσομαι, ἀλλ' ἅμ' ἀρίστοις Στήσομ', ὑπὲρ τεκέων λισσόμενος Τριάδα.
Ις. Ἐνύπνιον περὶ τῆς Ἀναστασίας ἐκκλησίας, ἣν ἐπήξατο ἐν Κωνσταντίνου
πόλει. Εὗδον δὴ γλυκὺν ὕπνον· Ἀναστασίαν δέ τ' ὄνειρος Στῆσεν ἐμοῖσι φέρων ἠματίοισι πόθοις· Ἣ πρώτη λόγον αἰπὺν ἐνὶ προπόδεσσι μένοντα Ἤγαγεν ἐς κορυφὴν οὔρεος ἀκροτάτην· Τοὔνεκ' Ἀναστασίαν μιν ἐπίκλησιν καλέουσι Νηὸν, ἐμῆς παλάμης ἔργον ἀριστοπόνου. 1255 Ἕζεσθαι δοκέεσκον ὑπέρθρονος, οὐχ ὑπέροφρυς, Οὐδὲ γὰρ οὐδὲ ὄναρ τῖον ἀγηνορίην Οἱ δέ μοι ἀμφοτέρωθεν ὑφεδριόωντο γεραιοὶ, Ποίμνης ἡγεμόνες, ἔγκριτος ἡλικίη. Οἱ δ' ἄρ' ὑποδρηστῆρες ἐν εἵμασι παμφανόωσιν Ἕστασαν, ἀγγελικῆς εἰκόνες ἀγλαΐης. Λαοὶ δ' οἱ μὲν ἔχυντο περισταδὸν, ὥστε μέλισσαι, Κιγκλίδος· ἦν γὰρ ἀγὼν ἀσσοτέρω πελάσαι. Οἱ δ' ἱεροῖς προθύροισι περιστείνοντο ῥέοντες, Οὔασιν ἠδὲ ποσὶν ἴσον ἐπειγόμενοι. Ἄλλους δ' αὖτ' ἀγοραί τε πολυσχιδέες θ' ἅμ' ἀγυιαὶ, Ποσσὶ κροαινόμεναι, πέμπον ἐμοῖσι λόγοις.