23
ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.» 4.24 Μήτε διάλεξις τοίνυν βιωτικὴ καὶ ἀνόνητος καὶ μηδὲν κέρδος ἔχουσα παρ' ἡμῶν γινέσθω· καινὴν γὰρ εἱλόμεθα λοιπὸν πολιτείαν καὶ ἐξηλλαγμένην καὶ προσήκει ἡμᾶς ἀκόλουθα τῇ πολιτείᾳ διαπράττεσθαι ἵνα μὴ ταύτης ἀνάξιοι γενώμεθα. Οὐχ ὁρᾶτε ἐν τοῖς βιωτικοῖς ἀξιώμασι πῶς οἱ εἰς τὴν παρ' αὐτοῖς λεγομένην σύγκλητον τελεῖν σπουδάζοντες ὑπὸ τῶν νόμων τῶν ἀνθρωπίνων κωλύονταί τινα διαπράττεσθαι τῶν τοῖς ἄλλοις ἀνθρώποις μετὰ ἀδείας συγκεχωρημένων; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς οἵ τε νῦν μεμυημένοι καὶ οἱ πάλαι ταύτης τῆς χάριτος ἀξιωθέντες δίκαιοι ἂν εἴημεν, εἰς τὴν σύγκλητον τὴν πνευματικὴν ἅπαξ ἀπογραψάμενοι, μὴ τὰ αὐτὰ τοῖς ἄλλοις μετιέναι· ἀλλὰ καὶ γλώττης ἀκρίβειαν καὶ διανοίας καθαρότητα ἐπιδείκνυσθαι καὶ ἕκαστον ἡμῶν τῶν μελῶν παιδαγωγεῖν μηδὲν ἔργον μεταχειρίζειν ὃ μὴ πολὺ τὸ κέρδος τῇ ψυχῇ πραγματεύεται. 4.25 Οἷόν τι λέγω; Τὴν γλῶτταν εἰς ὕμνους μόνον καὶ δοξολογίαν καὶ ἀνάγνωσιν τῶν θείων λογίων καὶ διαλέξεις πνευματικὰς ἀπασχολεῖν· «Εἴ τις γὰρ λόγος, φησίν, ἀγαθὸς πρὸς οἰκοδομὴν ἵνα δῷ χάριν τοῖς ἀκούουσι· καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ᾧ ἐσφραγίσθητε.» Εἴδετε ὅτι τὸ μὴ ταῦτα ποιεῖν εἰς λύπην τοῦ ἁγίου Πνεύματος συντείνει; ∆ιὰ τοῦτο, παρακαλῶ, σπουδάζωμεν μηδὲν τῶν λυπούντων τὸ Πνεῦμα τὸ ἅγιον διαπράττεσθαι ἀλλὰ κἂν προϊέναι δέῃ, μὴ τὰ ἐπιβλαβῆ συνέδρια ἐπιδιώκωμεν μηδὲ τοὺς συλλόγους τοὺς ἀνοήτους καὶ φλυαρίας γέμοντας ἀλλὰ πρὸ πάντων τῆς τοῦ Θεοῦ ἐκκλησίας καὶ τῶν εὐκτηρίων οἴκων μηδὲν ἡμῖν ἔστω προτιμότερον καὶ τῶν συλλόγων τῶν πνευματικὰς ἐχόντων διαλέξεις. 4.26 Καὶ ἕκαστον τῶν παρ' ἡμῶν γινομένων πολλῆς μετεχέτω τῆς κοσμιότητος. «Στολισμὸς γάρ, φησίν, ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγέλλει τὰ περὶ αὐτοῦ.» Τῆς γὰρ ἐν τῇ ψυχῇ καταστάσεως εἰκὼν ἂν γένοιτο σαφὴς ἡ ἔξωθεν ὄψις, καὶ ἡ τῶν μελῶν κίνησις ἐκείνης μάλιστα δείκνυσι τὴν εὐμορφίαν. Κἂν βαδίζωμεν ἐπὶ τῆς ἀγορᾶς, τοιαύτη ἡμῶν ἔστω ἡ πρόοδος, τοσαύτης μετεχέτω γαλήνης καὶ καταστάσεως ὡς ἐπιστρέφειν εἰς τὴν ἡμετέραν θέαν τοὺς ἀπαντῶντας, καὶ μήτε ὀφθαλμὸς ῥεμβέσθω μήτε οἱ πόδες ἄτακτα βαδιζέτωσαν καὶ ἡ γλῶττα μετὰ τῆς ἡσυχίας καὶ ἐπιεικείας τὰ ῥήματα προφερέτω καὶ ἁπλῶς ἅπαντα τὰ ἔξωθεν μηνυέτω τῆς ἔνδοθεν καθημένης ψυχῆς τὴν εὐμορφίαν, καὶ ξένη τις καὶ παρηλλαγμένη γινέσθω λοιπὸν ἡμῶν ἡ διαγωγή, ἐπειδὴ καινὰ καὶ ξένα ἐστὶ τὰ ὑμῖν ὑπηργμένα, καθάπερ ὁ μακάριος δείκνυσι Παῦλος λέγων· «Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις.» 4.27 Καὶ ἵνα μάθῃς ὅτι καινὰ καὶ παράδοξα τὰ δεδωρημένα ἡμῖν, οἱ πρὸ τούτου τοῦ πηλοῦ ἀτιμότεροι καὶ χαμαὶ ὡς εἰπεῖν συρόμενοι ἀθρόον χρυσοῦ φαιδρότεροι γεγόναμεν καὶ ἀντὶ τῆς γῆς τὸν οὐρανὸν ἠλλαξάμεθα. ∆ιὰ τοῦτο καὶ πάντα τὰ δεδωρημένα ἡμῖν τυγχάνει πνευματικά. Καὶ γὰρ τὸ ἔνδυμα ἡμῶν πνευματικὸν καὶ ἡ τροφὴ ἡμῶν πνευματικὴ καὶ τὸ πόμα ἡμῶν πνευματικόν· λοιπὸν ἀκόλουθον ἂν εἴη καὶ τὰ ἔργα ἡμῶν καὶ τὰς πράξεις πάσας εἶναι πνευματικάς. Αὗται γάρ εἰσι καρπὸς τοῦ Πνεύματος καθάπερ καὶ Παῦλος λέγει· «Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθοσύνη, πίστις, πραότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος, φησίν.» Καλῶς οὕτως εἶπεν· ἀνώτεροι γὰρ τοῦ νόμου οἱ τὴν ἀρετὴν μετιόντες καὶ οὐχ ὑπόκεινται νόμῳ· «∆ικαίῳ γάρ, φησί, νόμος οὐ κεῖται.» 4.28 Εἶτα τὸν καρπὸν τοῦ Πνεύματος ἡμῖν διελθὼν ἐπήγαγεν· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», ὡς ἂν εἴποι τις ἀνενέργητον αὐτὴν πρὸς τὴν τῶν κακῶν ἐργασίαν ἀπέδειξαν, ἄπρακτον αὐτὴν κατέστησαν, οὕτως αὐτὴν κατηγωνίσαντο ὡς ἀνωτέραν εἶναι καὶ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν. Τοῦτο γὰρ ᾐνίξατο εἰπών «ἐσταύρωσαν». Καθάπερ γὰρ ὁ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος καὶ τοῖς ἥλοις ἐκείνοις προσπεπαρμένος ὑπὸ τῶν ὀδυνῶν διακοπτόμενος καὶ ἐντεῦθεν κἀκεῖθεν ὡς εἰπεῖν κεντούμενος, οὐκ ἂν δυνηθείη ποτὲ