24
Αἱ δ' ἄρ' ἀφ' ὑψηλῶν τεγέων εὔκοσμον ἀκουὴν Ἁγναὶ παρθενικαὶ κλῖνον ἅμ' ἐσθλογάμοις. 1256 Καὶ τόδε νυκτὸς ἄθυρμα· διακριδὸν ἵστατο λαὸς Μύθων ἡμετέρων εἰσαΐειν ποθέων. Ὃς μὲν δὴ χθαμαλὸν καὶ ἐπίδρομον ᾔτεε μῦθον· Οὐ γὰρ ἄνω νεύειν ἤθελεν, οὐδ' ἐδάη· Αὐτὰρ ὅγ' ὑψιθέοντα καὶ εὔστροφον, οἷσι μεμήλει Βένθε' ἀνιχνεύειν ἀμφοτέρης σοφίης, Ξείνης θ' ἡμετέρης τε. Βοὴ δ' ἑκάτερθεν ὀρώρει Ἑλκομένοιο λόγου μαρναμένοισι πόθοις. Αὐτὰρ ἐμοὶ στομάτων Τριὰς ἔῤῥεεν ἡ μονόσεπτος Λαμπομένη τρισσοῖς κάλλεσιν οἰγομένοις, Φωνῇ τε στιβαρῇ, καὶ πνεύματος αἰθομένοιο Οἴδματι, καὶ μύθων ἅλμασιν ἀντιπάλων. Καί ῥ' οἱ μὲν πάλλοντο, καὶ ᾔνεον, οἱ δὲ σιωπῇ Θάμβεον, οἱ δὲ λόγῳ τρύζον ἔθ', οἱ δὲ νόῳ, 1257 Θνησκούσης ὠδῖνος ἀναυδέος, οἱ δὲ μάχοντο Οἷα καθισταμένου κύματος ἐξ ἀνέμων. Πάντας δ' εὐεπίη κατεκήλεεν, εὐφραδέας τε Καὶ μύθων ἱερῶν ἴδμονας εὐσεβέων, Ἡμετέρους τε νόθους τε, καὶ οἳ μάλα τηλόθι μάνδρης Τλήμονες εἰδώλων λάτριες ἀδρανέων. Ὡς δὲ βότρυς λιαρῇσιν ὑπ' ἀκτίνεσσι μελαγχθεὶς, Οὔτ' ὄμφαξ καθαρῶς ἠρέμα λυόμενος, Οὔθ' ὅλος ὥριός ἐστι, τὸ μὲν μέλας, ἄλλο δ' ἐρυθρὸς, Ἄλλο δ' ἄρ' αἰθαλόεις, ὄμφακα δ' ἄλλο ἔχει· Ὣς οἳ δηριόωντο πεπαινομένης κακότητος, Ἤδη καὶ ληνοῖς γήθεον εὐρυτέραις. Ταῦτ' ἔχον· ἐκ δέ μοι ὕπνον ἀπὸ βλεφάρων ἐτίναξε Γῆρυς ἀλεκτρυόνων, τῷ δ' ἅμ' Ἀναστασίαν. 1258 Φάσμα δὲ φάσματος εἶχον ἐπὶ χρόνον, αὐτὰρ ἔπειτα Καὶ τὸ φύγε κραδίην ἦκα μαραινόμενον, Μοῦνον δ' ἄλγος ἔμεινεν ἐμοὶ, καὶ γῆρας ἀνιγρόν. Ὤ μοι ἐμῆς Τριάδος! ὤ μοι ἐμῶν τεκέων! Ὦ φθόνε, τίπτε μ' ἔοργας; ἔχεις τόσον· ἄλλο χέρειον Μή τι βάλῃς ἐπ' ἐμῷ δυσθανέϊ βιότῳ. Ἡ μὲν δὴ πολλοῖσιν ἀγαλλομένη μεγάλοις τε Κάλλεσι δαιδαλέοις ἡ βασίλεια πόλις, Νηοῖς οὐρανίοισιν ἀγάλλεται ἔξοχον ἄλλων, Νηοῖς, τοῖς ποτ' ἐμοῖς, νῦν γε μὲν ἀλλοτρίοις· Σὺν τοῖς καὶ μεγάλαυχον ἕδος Χριστοῖο μαθητῶν, Πλευραῖς σταυροτύποις, τέτραχα τεμνόμενον. Ἀλλ' οὐ τόσσος ἔμοιγε πόθος καὶ ἄλγος ἐκείνων, Ὅσσος Ἀναστασίης, Βηθλεὲμ ὑστατίης. 1259 Ἦ μὴν πόλλ' ἐμόγησα καὶ εἰν ἁλὶ, καὶ κατὰ γαῖαν, Ἐχθροῖς, καὶ φιλίοις, ποιμέσιν, ἠδὲ λύκοις, Νούσῳ τε στυγερῇ, καὶ γήραϊ καμπυλόεντι· Οὔτι δὲ πρόσθεν ἐμοὶ τοῖον ἐπῆλθεν ἄχος. Οὐ τόσον Ἀσσυρίοισιν ὅτ' ἤγετο τηλόθι πάτρης Λαὸς δουριαλὴς, νηὸν ἔκλαυσε μέγαν, Οὐδὲ μὲν οὐδὲ κιβωτὸν, ὅτ' ἀλλοφύλοισιν ἐμίχθη· Οὔτ' Ἰακὼβ τοπάρος υἷα κλαπέντα φίλον· Οὐδὲ λὶς ἠϋγένειος ἐπακτήρεσσι δαμέντας Σκύμνους, οὐδ' ἀγέλην βουκόλος ὀλλυμένην· Οὐδὲ φιλοξείνοιο φυτοῦ καθύπερθε καλιὴν Ὄρνις ἀφεὶς ἀέκων, οὐ πολύπους θαλάμην, Ὅσσον ἐγὼ νεόπηκτον ὀδύρομαι εἰσέτι καὶ νῦν Νηὸν, ὃν ἄλλος ἔχει καρπὸν ἐμῶν καμάτων. Εἴ ποτε σεῖο λάθοιτο ἐμὸν κέαρ, εἴτε τι γλῶσσα 1260 Πρόσθε φέροι παρ' ἐμοὶ, Χριστὸς ἐμοῖο λάθοι. Πολλάκι καὶ μεγάλων θυέων δίχα, ἠδὲ τραπέζης Λαὸν Ἀναστασίης ἥγνισα τῆλε μένων, Στήσας ἐν πραπίδεσσιν ἀσώματον ἔνδοθι νηὸν, ∆άκρυ ἐπισπένδων φάσμασι θειοτέροις. Ἄζυγες, ὑμνοπόλοι τε, χοροστασίαι τ' ἐρατειναὶ Ξείνων, ἡμεδαπῶν, ἐξ ὀπὸς ἀντιθέτου, Χῆραί τ' ὀρφανικοί τε, ἀλήμονες, ἀδρανέοντες, Λεύσσοντες πρὸς ἐμὰς, ὥστε Θεοῦ, παλάμας, Οἶκοί τε γλυκεροὶ, γηροτρόφοι, οὔ ποτ' ἔγωγε Λήσομαι, οὐδ' ἐθέλων, ὑμετέρης φιλίης. Εἰ δέ τί που καὶ ἐμεῖο πολυτλήτοιο λέλειπται Μνῆστις ἐν ὑμετέροις, ἥδε χάρις Τριάδος Πολλοὶ γὰρ καιροῖσιν ἐπίῤῥοπον ἦτορ ἔχουσιν, Ἐν δὲ μόνοις αἰδὼς ὄμμασι κουφοτέρων. 1261 Κεῖνό γε μὴν ποθέω, σεπτὴ Τριὰς, αἰὲν ἄληστος Ψυχαῖς ἀρτιφύτοις σεῖο μένοι θεότης. Χαίρετε, ὦ βασιλῆες, ἐμῶν παθέων ἐπαρωγοί· Χαῖρέ μοι, ἀντολίη καὶ δύσι μαρνάμεναι· Χαίρετέ μοι, ἱερῆες, ἐπ' ἀλλήλοισιν ἰόντες· Χαῖρε, πρόεδρε τύφε· χαῖρε, πόλις μεγάλη. Αὐτὰρ ἐγὼ χθονίων μὲν ὑπέρτερός εἰμι θοώκων, Ἱμείρω δὲ μόνου κύδεος ἀθανάτου. Ἀλλὰ σάω με, σάω με, φίλη Τριάς· ὑστάτιον δὲ Ὀψόμεθ', οὗπερ ἁγνῆς θῶκος Ἀναστασίης. Γρηγορίου γόος οὗτος Ἀναστασίην ποθέοντος, Τῆς ποτέ μιν φθονερὴ νόσφισεν ἀδρανίη. 1262