24
ὑπὸ σαρκικῆς ἐπιθυμίας ἐνοχληθῆναι ἀλλὰ καὶ τὰ πάθη πάντα καὶ ἐπιθυμία πᾶσα πονηρὰ φυγαδεύεται, τῆς ὀδύνης οὐδεμίαν χώραν ἐκείνοις τοῖς πάθεσι παρεχούσης, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ τῷ Χριστῷ ἑαυτοὺς ἀναθέντες οὕτως αὐτῷ προσηλώθησαν καὶ κατεγέλασαν τῶν σωματικῶν ἀναγκῶν ὡσανεὶ σταυρώσαντες ἑαυτοὺς μετὰ τῶν παθῶν καὶ τῶν ἐπιθυμιῶν. 4.29 Οἱ τοίνυν τοῦ Χριστοῦ γενόμενοι καὶ αὐτὸν ἐνδυσάμενοι καὶ τῆς τροφῆς αὐτοῦ τῆς πνευματικῆς καὶ τοῦ ποτοῦ καταξιούμενοι, οὕτως ἑαυτοὺς ῥυθμίσωμεν ὡς μηδὲν κοινὸν ἔχοντες πρὸς τὰ τοῦ παρόντος βίου πράγματα. Καὶ γὰρ εἰς ἑτέραν πολιτείαν ἀπεγραψάμεθα, εἰς τὴν ἄνω Ἱερουσαλήμ. ∆ιό, παρακαλῶ, ἄξια τῆς πολιτείας ἐκείνης τὰ ἔργα ἐπιδειξώμεθα ἵνα καὶ δι' ὧν αὐτοὶ τὴν ἀρετὴν μέτιμεν καὶ δι' ὧν ἑτέρους εἰς τὴν τοῦ δεσπότου δοξολογίαν ἐκκαλούμεθα, πολλὴν τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ὅταν γὰρ δεσπότης ἡμῶν δοξάζηται, μετὰ πολλῆς καὶ αὐτὸς δαψιλείας τὰς παρ' ἑαυτοῦ δωρεὰς ἡμῖν ἐκχεῖ, ἅτε ἀποδεξάμενος ἡμῶν τὴν εὐγνωμοσύνην καὶ εἰδὼς ὡς οὐκ εἰς ἀχαρίστους καὶ ἀγνώμονας τὰς παρ' ἑαυτοῦ εὐεργεσίας κατατίθεται. 4.30 Οἶδα ὅτι μακρὸν ἐποίησα τὸν λόγον. Ἀλλὰ σύγγνωτε· ἡ πολλὴ περὶ ὑμᾶς φιλοστοργία εἰς μῆκος ἡμῖν ἐξέτεινε τὴν διδασκαλίαν. Ὁρῶν γὰρ ὑμῶν τὸν πλοῦτον τὸν πνευματικὸν καὶ εἰδὼς τοῦ πονηροῦ δαίμονος τὴν μανίαν καὶ ὅτι νῦν μάλιστα πολλῆς ὑμῖν δεῖ τῆς ἀσφαλείας καὶ τῆς φυλακῆς, διὰ τοῦτο ταῦτα παρῄνεσα ὥστε καθ' ἑκάστην ἡμέραν νήφειν καὶ ἐγρηγορέναι καὶ διηνεκῆ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι καὶ τὴν φυλακὴν περὶ τὸν θησαυρὸν ὑμῶν τοῦτον τὸν πνευματικόν, ἵνα μηδεμίαν παρείσδυσιν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας εὑρεῖν δυνηθῇ. 4.31 Τὰς συνθήκας τοίνυν ἃς πρὸς τὸν δεσπότην ἔθεσθε, οὐ μέλανι οὐδὲ χάρτῃ ταύτας ἐγγράψαντες ἀλλὰ τῇ πίστει καὶ τῇ ὁμολογίᾳ, βεβαίους καὶ ἀκινήτους φυλάξαντες, πάντα τὸν τῆς ζωῆς χρόνον ἐν τῇ αὐτῇ φαιδρότητι διαμένειν σπουδάζετε. Ἔξεστι γὰρ ἐὰν βουλώμεθα τὰ παρ' ἑαυτῶν εἰσφέρειν διηνεκῶς, οὐ μόνον ἐπὶ τῆς αὐτῆς λαμπρότητος μεῖναι ἀλλὰ καὶ φαιδροτέραν ἡμῶν ἐργάσασθαι τῶν ἐνδυμάτων τούτων τῶν πνευματικῶν τὴν περιβολήν, ἐπεὶ καὶ Παῦλος μετὰ τὴν τοῦ βαπτίσματος χάριν ὅσον προῄει ὁ χρόνος, τοσούτῳ μᾶλλον λαμπρότερος καὶ φαιδρότερος ἐδείκνυτο, τῆς χάριτος ἐπανθούσης αὐτῷ. 4.32 Καὶ ἡμεῖς τοίνυν σπουδάσωμεν ἐφ' ἑκάστης ἡμέρας περισκοπεῖν μήπου τινὰ σπίλον ἢ ῥυτίδα δέξηται τὸ φαιδρὸν ἡμῶν τοῦτο ἔνδυμα, ἀλλὰ μέχρι τῶν μικρῶν νομιζομένων πολλὴν τὴν παραφυλακὴν ποιώμεθα ἵνα δυνηθῶμεν καὶ τὰ μεγάλα τῶν ἁμαρτημάτων διαφυγεῖν. Ἐὰν γὰρ ἀρξώμεθα ἐνίων ὡς εὐτελῶν καταφρονεῖν, κατὰ μικρὸν ὁδῷ βαδίζοντες καὶ πρὸς τὰ μεγάλα τῶν πταισμάτων ἥξομεν. ∆ιὸ παρακαλῶ καὶ τῶν συνθηκῶν ἐπὶ τῆς διανοίας τὴν μνήμην ὑμᾶς ἀεὶ περιφέρειν καὶ πᾶσιν οἷς ἐπετάξασθε, ταῖς πομπαῖς λέγω ταῖς διαβολικαῖς καὶ ταῖς ἄλλαις πάσαις μεθοδείαις τοῦ πονηροῦ, τούτων διηνεκῶς φεύγειν τὴν λύμην καὶ τὰς πρὸς τὸν Χριστὸν συνθήκας ἀκεραίους διαφυλάττειν ἵνα τῶν πνευματικῶν τούτων δείπνων συνεχῶς ἀπολαύοντες καὶ ὑπὸ τῆς ἐντεῦθεν τροφῆς νευρούμενοι ἀχείρωτοι γένησθε ταῖς τοῦ διαβόλου μηχαναῖς. 4.33 Καὶ διὰ τῆς ἀρίστης πολιτείας τοσαύτην ἐπισπάσησθε τὴν παρὰ τοῦ Πνεύματος χάριν ὡς καὶ ὑμᾶς ἀκαταγωνίστους εἶναι καὶ τὴν τοῦ Θεοῦ ἐκκλησίαν σκιρτᾶν καὶ γεγηθέναι ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ καὶ τὸν ἁπάντων ἡμῶν δεσπότην δοξάζεσθαι καὶ πάντας ἡμᾶς τῆς τῶν οὐρανῶν βασιλείας καταξιωθῆναι· χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.