24
παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ' οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ' οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ' οὐχὶ καὶ εἰς τὸ προσώπων αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλ' οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρη· εἰ δὲ καὶ νόσῳ τοιαύτῃ περιεπάρη, ἀλλὰ δομιτίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ' ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ' οὐχὶ καὶ ἐπεμβαίνοντας· οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκε. Ἐν τούτοις γὰρ ὄντος αὐτοῦ, καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐποίει τῆς γυναικὸς τὰ μηχανήματα, καὶ γίνεται τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων πικρότερα καὶ ὀλεθριώτερα. Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ' ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν· καὶ ὑπὸ τῶν φίλων μυρίως ἐβάλλετο τοῖς ὀνείδεσιν. Ἆρα οὐκ ἐκάμετε ἀκούοντες τὰς ἐπαλλήλους ταύτας συμφοράς; ἀλλ' ἐκεῖνος οὐκ ἔκαμνε πάσχων. ∆ιὸ δὴ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην ἀναμεῖναι πάλιν· οὐδέπω γὰρ τὸ πᾶν εἰρήκαμεν, οὐδὲ τὴν ἑτέραν προσεθήκαμεν ὑπερβολήν. Μία μὲν γὰρ ἦν, ὅτι πάντα τὰ ἐν ἀνθρώποις κακὰ, ἓν σῶμα ὑπέμεινεν. Ἑτέρα δὲ, ὅτι πάντα ὁμοῦ, καὶ οὐδὲ τὴν πάσχουσαν ἔσχεν ἀνακωχήν. Βούλομαι δὲ καὶ τρίτην εἰπεῖν· τίς δέ ἐστιν αὕτη; Ὅτι τῶν εἰρημένων ἕκαστον, οὐχ ὁμοῦ μόνον ἐπῆλθεν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς, καὶ τῆς καινότητος· εἴτε πενία, πενίας ἁπάσης χαλεπωτέρα, εἴτε νόσος, εἴτε καθέδρα, εἴτε τῶν παίδων ἀπώλεια, εἴτε τῶν ὄντων ἁπάντων· σκόπει δὲ, ἀπώλεσέ τις τὰ ὄντα, ἀλλ' οὐχ οὕτως ὁλοσχερῶς, οὐδὲ τρόπῳ τοιῷδε. Ἀπέβαλε παῖδας, ἀλλ' οὐδέποτε ὑφ' ἓν ἅπαντας, οὐδὲ τοσούτους, οὐδὲ τοιούτους. Νόσῳ περιέπεσεν, ἀλλ' οὐ τοιαύτῃ, ἀλλ' ἢ πυρετοῖς, ἢ λώβῃ, ἢ ἑτέρῳ τινὶ πάθει συνήθει. Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής· 64.573 λόγος γὰρ οὐδεὶς παραστῆσαι δύναιτ' ἂν τὸ πικρὸν τῶν ἑλκῶν ἐκείνων, καὶ τὸ τῶν τραυμάτων ὀδυνηρόν· ἀλλ' ἀρκεῖ μόνον τὸν ἐργασάμενον εἰπόντα, καὶ τὸν ἀκόλαστον αὐτοῦ θυμὸν, ἐνδείξασθαι τῆς πληγῆς τὸ μέγεθος. Καινὴ δὲ καὶ ἡ καθέδρα ἦν, καὶ ξένη· οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς πένης, οὕτω ποτὲ καθεσθεὶς αἴθριος διὰ παντὸς τοῦ χρόνου, ὥσπερ ἐκεῖνος ὑπέμεινε γυμνὸς ἱματίων, στέγης ἀπεστερημένος ἁπάσης, ἐπὶ τῆς κοπρίας καθήμενος. Ἔσχε τις γυναῖκα πονηρὰν πολλάκις, ἀλλ' οὐδεμία οὐδέποτε ἐγένετο οὕτω πονηρὰ, ὡς ἐν τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι τῷ ἀνδρὶ, καὶ ξίφος ἀκονῆσαι κατὰ τῆς ἐκείνου ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς. Καὶ τὸ τῶν φίλων δὲ ξένον, καὶ τὸ τῶν οἰκετῶν· καὶ τὸ τοῦ λιμοῦ δὲ καινότερον πάλιν, ὅτι παρακειμένης οὐκ ἀπεγένετο τῆς τραπέζης. Εἴπω καὶ τετάρτην ὑπερβολὴν, τὸν πλοῦτον λέγω, τὸν ἔμπροσθεν, καὶ τὴν εὐημερίαν· ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος· ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον, καὶ ἀμελέτητον, χαλεπωτέραν ὑπομένει τὴν αἴσθησιν καὶ πικροτέραν τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν. Εἴπω καὶ ἑτέραν ὑπερβολὴν, μάλιστα στεφανοῦσαν, καὶ ἀνακηρύττουσαν τὸν ἀθλητὴν ἐκεῖνον, καὶ δεικνύουσαν αὐτοῦ ὑψηλὴν καὶ τῶν οὐρανῶν ἁπτομένην τὴν ψυχήν. Τίς οὖν ἐστιν αὕτη; Ἡ ἀπὸ τοῦ χρόνου διαφορά· πρὸ γὰρ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν, οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν, οὐ βιβλίοις, οὐχ ἑτέρους τοιούτους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων, καὶ τοὺς κατορθωκότας ἐννοῆσαι· οὐδέπω γὰρ ἦν γραφὴ, ἢ ἱστορία τὰ γεγενημένα παραδιδοῦσα· ἀλλ' ἐν ἀτριβεῖ