1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

25

5.t ΛΟΓΟΣ Εʹ Τοῦ αὐτοῦ παραίνεσις ὥστε τρυφῆς ἀπέχεσθαι καὶ πολυτελείας καὶ μέθης καὶ τὴν συμμετρίαν πάντων προτιμᾶν· καὶ πρὸς

τοὺς νεοφωτίστους. 5.1 Εἰ καὶ ἡ νηστεία παρῆλθεν, ἀγαπητοί, ἀλλὰ μενέτω ἡ εὐλάβεια. Εἰ καὶ ὁ

τῆς ἁγίας τεσσαρακοστῆς καιρὸς παρέδραμε, τὴν γοῦν μνήμην αὐτῆς μὴ ἀποθώμεθα. Ἀλλὰ μηδεὶς δυσχεραινέτω, παρακαλῶ, πρὸς τὴν παραίνεσιν· οὔτε γὰρ νηστεύειν ἀναγκάζων πάλιν φημὶ ταῦτα ἀλλὰ βουλόμενος ὑμᾶς καὶ ἀνίεσθαι καὶ ἀκριβεστέραν νῦν μᾶλλον τὴν ἀληθῆ νηστείαν ἐπιδείκνυσθαι. Ἔστι γὰρ καὶ μὴ νηστεύοντα νηστεύειν. Καὶ πῶς; Ἐγὼ λέγω· ὅταν βρωμάτων μὲν μεταλαμβάνωμεν ἁμαρτημάτων δὲ ἀπεχώμεθα. Αὕτη γὰρ ἡ ἐπωφελὴς νηστεία καὶ διὰ ταύτην καὶ ἡ τῶν βρωμάτων ἀποχὴ γίνεται ἵν' εὐκολώτερον πρὸς τὸν τῆς ἀρετῆς δρόμον τρέχωμεν. Ἂν τοίνυν βουλώμεθα καὶ τοῦ σώματος τὴν προσήκουσαν ἐπιμέλειαν ποιεῖσθαι καὶ τὴν ψυχὴν καθαρὰν τῶν ἁμαρτημάτων διατηρεῖν, οὕτω ποιῶμεν πειθόμενοι. 5.2 Καὶ γὰρ εὐκολώτερος ἡμῖν οὗτος ἔσται τῆς νηστείας ὁ τρόπος· διότι ἐπ' ἐκείνης τῆς νηστείας, τῆς ἀποχῆς τῶν βρωμάτων λέγω, πολλῶν ἤκουον λεγόντων βαρέως φέρειν τῆς ἀσιτίας τὸν πόνον καὶ ἀσθένειαν αἰτιωμένων σώματος καὶ πολλὰ ἕτερα ἀποδυρομένων καὶ λεγόντων ὑπὸ τῆς ἀλουσίας καὶ ὑδροποσίας διαφθείρεσθαι. Ἐπὶ δὲ ταύτης τῆς νηστείας οὐδὲν τοιοῦτον ἔστι προβαλέσθαι. Ἔξεστι γὰρ καὶ τούτων ἁπάντων ἀπολαύειν καὶ τὴν κατάλληλον τῷ σώματι θεραπείαν προσάγειν καὶ τὴν προσήκουσαν τῆς ψυχῆς ἐπιμέλειαν ποιεῖσθαι. Οὐδενὸς γὰρ τούτων τέως ἀπέχεσθαι νῦν παραινῶ. Ἁμαρτίας μόνον ἀπόστηθι καὶ τὴν ἐκείνης ἀποχὴν διηνεκῶς ἐπιδείκνυσο. Καὶ οὕτω δυνήσῃ ἐν παντὶ τῷ τῆς ζωῆς χρόνῳ τὴν ἀληθῆ νηστείαν ἐπιτελεῖν. Ἐκείνων μὲν γὰρ ὧν ἀπηριθμησάμεθα, ἡ σύμμετρος ἀπόλαυσις οὐ κεκώλυται· ἡ δὲ ἁμαρτία πάντη ἀπηγόρευται· αὕτη δὲ οὐδαμόθεν τίκτεται ἢ ἀπὸ τῆς τρυφῆς καὶ ἀδηφαγίας καὶ πολλῆς τῆς βλακείας. ∆ιό, παρακαλῶ, ταῦτα ἀκριβῶς ἐπισταμένους μὴ τὰ ἄδικα εἰς πρόφασιν ῥᾳθυμίας χρησώμεθα. 5.3 Ὅπερ γὰρ πολλάκις εἶπον τοῦτο καὶ νῦν ἐρῶ· ὥσπερ ἡ χρεία καὶ ἡ συμμετρία τῆς μεταλήψεως καὶ τῇ τοῦ σώματος ὑγιείᾳ καὶ τῇ τῆς ψυχῆς καταστάσει πολλὴν παρέχει τὴν ὠφέλειαν, οὕτω πάλιν ἡ ἀμετρία ἑκατέρωθεν διαφθείρει τὸν ἄνθρωπον. Ἡ γὰρ ἀδηφαγία καὶ ἡ μέθη τοῦ σώματος ἐκλύει τὸν τόνον καὶ τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν. ∆ιὸ φεύγωμεν τὴν ἀμετρίαν καὶ μὴ ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σωτηρίαν διακεώμεθα· ἀλλ' εἰδότες ὅτι ῥίζα πάντων τῶν κακῶν ἐστιν, ἐκτέμωμεν αὐτὴν μετὰ ἀκριβείας. Καθάπερ γὰρ ἀπὸ πηγῆς τινος, οὕτως ἀπὸ τῆς τρυφῆς καὶ τῆς μέθης ἅπαντα βλαστάνει τὰ τῶν ἁμαρτημάτων εἴδη, καὶ ὅπερ ἐστὶν ἡ καυστικὴ ὕλη τῷ πυρί, τοῦτο ἡ τρυφὴ καὶ ἡ μέθη πρὸς τὸν τῶν ἁμαρτημάτων ὄλισθον· καὶ ὥσπερ ἐκεῖ πλείονα τὴν πυρὰν ἀνάπτει καὶ τὴν φλόγα εἰς ὕψος ἐγείρει ἡ τῆς ὕλης ἀφθονία, οὕτω καὶ ἐνταῦθα τὴν πυρὰν τῶν ἁμαρτημάτων αὔξεσθαι παρασκευάζει τὸ πρὸς τὴν τρυφὴν καὶ τὴν μέθην ἑαυτοὺς ἐκδιδόναι. 5.4 Καὶ οἶδα μὲν ὅτι συνετοὶ ὄντες οὐκ ἀνέξεσθε μετὰ τὴν ἡμετέραν παραίνεσιν τῆς χρείας ὑπερβῆναι τοὺς ὅρους. Ἐγὼ δὲ νῦν εὐκαίρως παραινῶ οὐ ταύτην μόνον τὴν μέθην ἐκτρέπεσθαι ἀλλὰ καὶ τὴν ἄνευ οἴνου ἐγγινομένην. Καὶ γὰρ αὕτη πάλιν χαλεπωτέρα τυγχάνει. Καὶ μὴ ξενιζέτω ὑμᾶς τὸ λεγόμενον· ἔστι γὰρ καὶ ἄνευ οἴνου μεθύειν. Καὶ ὅτι μεθύειν ἄνευ οἴνου ἔστιν, ἄκουε τοῦ προφήτου λέγοντος· «Οὐαὶ οἱ μεθύοντες οὐκ ἀπὸ οἴνου.» Ποία τοίνυν ἐστὶ μέθη οὐκ ἀπὸ οἴνου; Πολλὴ καὶ διάφορος· καὶ γὰρ ὀργὴ ποιεῖ μέθην καὶ κενοδοξία καὶ ἀπόνοια καὶ ἕκαστον τῶν ὀλεθρίων παθῶν τῶν ἐν ἡμῖν τικτομένων, ὥσπερ μέθην τινὰ καὶ κόρον ἐν ἡμῖν ἐργάζεται καὶ σκοτοῖ τὸν λογισμὸν τὸν ἡμέτερον. Οὐδὲν γάρ ἐστι μέθη ἢ ἔκστασις τῶν κατὰ φύσιν φρενῶν καὶ παρατροπὴ λογισμῶν