1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

25

τῇ ὁδῷ, ἐν ἀπλώτῳ τῇ θαλάττῃ, ἐν ζόφῳ τοσούτῳ κακίας, μόνος καὶ πρῶτος ἐκεῖνος τότε ταύτην τῆς φιλοσοφίας ἔτεμε τὴν ὁδὸν, τῷ κεφαλαίῳ τῶν ἀγαθῶν μεθ' ὑπερβολῆς ἄκρος ἀποδειχθείς. Μέγιστον γὰρ καὶ τὸ, τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον, τὸ ἐν τῷ ἀκροτάτῳ πάντων ἀκρότατον εἶναι· ὅτι δὲ τὸ πάντων ἀκρότατον ὑπομονὴ, οὐδεὶς ἀντερεῖ. Ταῦτα γοῦν καὶ αὐτὸς ὁ διάβολος εἰδὼς, ἔλεγε· ∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει. Οὐ μὴν δὲ ἀλλ' ἀποστείλας τὴν χεῖρά σου, ἅψαι τῶν ὀστῶν αὐτοῦ, καὶ τῶν σαρκῶν αὐτοῦ. Ὅθεν δῆλον, ὅτι πάντων ἀκρότατον τοῦτο τὸ κατόρθωμα, καὶ νεανικῆς τινος καὶ σιδηρᾶς δεόμενον ψυχῆς. Ἐγὼ δὲ οὐχ οὕτω θαυμάζω τὸν Ἰὼβ πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον· πολλάκις γὰρ οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα, καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν 64.576 διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν. Ὅπερ ἐποίησε καὶ ἐπὶ τοῦ ∆αβίδ· ἐπειδὴ γὰρ εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλόμενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεῒ, ῥήμασι πικροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν· ὡς γὰρ εἶδεν ἐκεῖνον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδαμάντινον πύργον πρὸς πάντα στάντα γενναίως. καθώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένηται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι, καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος; Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας· εἰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Εἰ γὰρ μὴ ∆εσπότης ἦν, φησὶ, μηδὲ τοσοῦτον ἡμῖν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν ἔχομεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες, καὶ τὰ ἐναντία μὴ φέροντες; Εἶδες ἄνδρα φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται, ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας, τοσαύτην ὑπομονήν· ἀλλ' ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισεν. «Ἐν πᾶσι τούτοις συμβεβηκόσιν αὐτῷ, οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ Θεοῦ.» Οὐκ ἔστι, φησὶν, εἰπεῖν, ὅτι πρὸς μὲν τὴν γυναῖκα ταῦτα ἔλεγε, τὰ δὲ ἀπόῤῥητα αὐτοῦ τῆς διανοίας ἔγεμε θυμοῦ καὶ ἀποδυσπετήσεως, ἀλλ' οὐδὲ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐφθέγξατό τι. Ὁ Ἑβραῖος αὐτὸ οὐκ ἔχει, ἀρκούντως τὴν ἔννοιαν προεκφράσαι. «Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν.» Παραγίνονται μὲν γὰρ οἱ τρεῖς φίλοι, ὥστε παραμυθήσασθαι, τὸ δὲ ἐναντίον ποιοῦσι τῆς παραμυθίας· φιλικὴ μὲν γὰρ ἡ παρουσία, οὐ φιλικὴ δὲ ἡ παραίνεσις· καὶ πρὸ τῶν ῥημάτων δὲ αὐτῶν, ἱκανὴ μόνη ἡ ὄψις τὸν δίκαιον καταβαλεῖν. Τὰ γὰρ ἡμέτερα δεινὰ, μάλιστα ἐν τοῖς τῶν ἄλλων ἀγαθοῖς ἀκριβέστερον καθορῶμεν. Ἐννόησον γὰρ ὅσον ἦν, ἑαυτὸν ἐν τούτοις ὁρᾷν, καὶ ἐκείνους τοὺς συνήθεις, καὶ γνωρίμους, ἐπὶ τῆς προτέρας εὐπραγίας μένοντας. Καὶ τὸ δὲ δεινὸν, τὸ πανταχοῦ περιενεχθῆναι τὴν συμφοράν· εἰ γὰρ οὗτοι, τοσοῦτον ἀπέχοντες. ἤκουσαν, πολλῷ μᾶλλον οἱ πλησίον ὄντες. Μάλιστα δὲ αὐτὸν ἐλύπει, οὐ τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ τὸ δοκεῖν, ὡς ἀσεβῆ καὶ παράνομον πάσχειν, ὡς ἐχθρὸν τοῦ Θεοῦ καὶ πολέμιον, ὡς ἐν ὑποκρίσει τὸν ἔμπροσθεν ζήσαντα χρόνον. Οὐκ ἔμελεν αὐτῷ τοῦ σώματος διαφθειρομένου, ἀλλὰ τῆς δόξης καταβαλλομένης· οὐχ ὅτι φιλότιμος ἦν, ἣ πρὸς τὴν τῶν πολλῶν ἔζη δόξαν, ἀλλ' ὅτι πολλοὺς ἐπὶ τούτοις 64.577 σκανδαλιζομένους ἑώρα. Τίθησι δὲ ὁ συγγραφεὺς καὶ τὰ τῶν