1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

26

φίλων ὀνόματα, λέγων· «Καὶ οὐδεὶς αὐτῶν ἐλάλησε.» Ψυχὴ γὰρ ἅπαξ ὑπὸ ἀθυμίας βληθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος. ∆ιὰ τοῦτο καὶ οὗτοι τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον, καὶ ἡλκωμένον, διέῤῥηξαν τὰ ἱμάτια, καὶ μέγα ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο· δηλοῦντες, ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις, ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον τῆς ἀπὸ τοῦ λόγου παραμυθίας τὸ πάθος. Ἦλθον μὲν γὰρ παρακαλέσοντες, οὐχ εὑρίσκοντες δὲ εἰκόνα ἐξ ἧς παραμυθήσονται, ἐσιώπων· καὶ τοῦτο δὲ συνετῶς ἐποίησαν, τοῖς πράγμασιν αὐτὸν παρακαλοῦντες, τῇ προσεδρίᾳ, τῷ διαῤῥῆξαι τὰ ἱμάτια. Ἀλλὰ ταῦτα μὲν πάντα καλὰ, καὶ φίλων ἄξια, καὶ συμπαθούντων τεκμήρια· τὰ μετὰ ταῦτα δὲ, οὐκέτι. ΚΕΦ. Γ. «Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.» Πολυχρονίου καὶ Χρυσοστόμου. Ἀκριβῶς δὲ κεῖται τὸ, μετὰ τοῦτο. Πολλοὺς μὲν γὰρ ὁρῶν, ὡς αὐτὸν ἀφικνουμένους, καὶ πάλιν ἀπιόντας, ἔμενε καρτερῶν ἐν τοῖς πάθεσιν· ἐπεὶ δὲ τοὺς περὶ Ἐλιφὰζ ἐθεάσατο γνησιότητι παραγενομένους, ἐπιπολύ τε προσμένοντας· οἳ καὶ ὅτι δεινὰ τὰ συμβεβηκότα διὰ τῆς σιγῆς ἐμαρτύρουν· οὐ γὰρ ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκε· τότε δὴ φορτικὸς λοιπὸν αὐτοῖς ἔσεσθαι ἡγησάμενος διὰ τὴν σιωπὴν, λύει ταύτην. Ἴδωμεν οὖν, τί ἀνοίξας τὸ στόμα φθέγγεται. «Καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων· Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾖ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν.» Μὴ οὖν ἁπλῶς τὰ ῥήματα ἐξετάζωμεν, ἀλλ' ὅτι καὶ ἐξ ἀθυμούσης ψυχῆς λέγεται, ἴδωμεν· εἰ γὰρ μηδὲ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. «Νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος, καὶ σκιὰ θανάτου.» Ὁρῶν ὁ δίκαιος, ὡς ἡ βαρύτης τῶν συμβάντων, ἐκάλεσε τοὺς φίλους, καὶ τῆς πληγῆς τὸ φορτικὸν ἐννοῶν, καὶ τὸ παρακαθῆσθαι αὐτοὺς ἐπὶ πολὺ κρίνων ἐπαχθὲς καὶ ὡς οὐκ ἐπὶ τούτοις τὸ πρότερον αὐτοῖς συνεγένετο· καὶ ὡς ἔπος εἰπεῖν πάντα, ὁρῶν εἰς τοὐναντίον αὐτῷ περιστάντα, οὔτε ἀπωθεῖται αὐτοὺς ἐμπληκτῶς, ἄτοπον εἶναι νομίζων τοὺς ἐπὶ τιμῇ ἐληλυθότας, τούτους ὕβρει ἀποπέμψασθαι, οὔτε ἁπλῶς ἀπιέναι παρακαλεῖ, αἰδούμενος αὐτῶν τὴν φιλίαν. Ἀλλὰ πάντα ταῦτα ἐννοῶν, καὶ ὑπὸ 64.580 πάντων δακνόμενος, ἐπὶ τούτους ἧκε τοὺς λόγους τρόπον τινὰ τοῖς φίλοις ἀπολογούμενος· ὡς ἐθέλοι μὲν διαλέγεσθαι, οὐ δύναται δὲ τῷ πλήθει τῶν δεινῶν βαρυνόμενος. Τί δὲ λέγει; Ἡ νὺξ ἐκείνη εἴη σκότος, τουτέστιν, ἐν ἀγνωσίᾳ εἴη μὴ μνημονευομένη, μηδ' ἀντιποιήσαιτο αὐτῆς ὁ Κύριος, μηδὲ γένοιτο ἐν καταλόγῳ νυκτῶν. Ἐπειδὴ γὰρ οὐ περὶ ὑφεστώσης φύσεως διελέγετο, ἤ τινος ζώου, θάνατον, ἢ φθορὰν οὐκ ἐπηύξατο, ἀλλὰ τοῦ ἐναντίου τῆς ἡμέρας παράτασιν ἔχειν· οἱονεὶ μεσολαβηθεῖσα ἡ ἡμέρα, ἑκατέραις ταῖς νυξὶ τῇ παρατάσει τοῦ σκότους, εἰς λήθην ἔλθοι τοῖς ἀριθμεῖν βουλομένοις. «∆ιατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην;» Ὥσπερ οὖν ὁ Χριστὸς εἰπών· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, οὐδὲν ἕτερον ἐδήλωσεν, ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά· οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων· Εἴθε μὴ ἐγεννήθην, ἢ γεννηθεὶς εὐθὺς ἀπωλόμην, ὡς σύνδρομον εἶναι τῇ γεννήσει τὸν θάνατον, οὐ τῆς δημιουργίας τοῦ Θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. Ὅρα δὲ τὴν εὐλάβειαν, ὡς ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει, οὐ τολμῶν ὑπερβῆναι τοῦτον τὸν ὅρον, ἀλλ' ἀεὶ ταῦτα λέγων, ἡ ἡμέρα, καὶ ἡ νύξ· ἵνα εἴπῃ, ὅτι, Τέως τῶν παρόντων οὐκ ἐπειρώμην κακῶν, κἂν μὴ μισθὸν τῆς εὐσεβείας ἐκομιζόμην. «Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην.» Ἐμοὶ δὲ δοκεῖ καὶ τοὺς φίλους καταστέλλειν, καὶ πείθειν, μὴ μέγα τι νομίζειν εἶναι τὰ ἀνθρώπινα. Ὅρα οὖν καὶ ἐν τῇ συμφορᾷ τῆς φιλοσοφίας ῥήματα. «Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς,