1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

28

μένοιμι τεῷ Ἔμπεδος, ὑμνοπόλος· Μηδέ μέ τις πυρόεις Σοδόμων Ὄμβρος ὕπερθε βάλοι. Χειρὶ δ' ἐπισκιάοις κρατερῇ Πήματα πάντ' ἐλάων. 1281

ΚΒʹ. Ἱκετήριον. Χριστὲ, φάος μερόπων, πυρόει στύλε Γρηγορίοιο Ψυχῇ,

πλαζομένῃ πικρῆς βιότου δι' ἐρήμης, Σχὲς Φαραὼ κακόμητιν, ἀναιδέας ἐργοδιώκτας· Καὶ πηλοῦ μ' ἀδέτοιο, καὶ Αἰγύπτοιο βαρείης Ἐξερύσαις, πληγῇσιν ἀεικελίῃσι δαμάσσας ∆υσμενέας, λείην δὲ πόροις ὁδόν. Ἢν δὲ κίχῃσιν Ἐχθρὸς ἐπισπέρχων, σὺ δέ μοι καὶ πόντον ἐρυθρὸν Τμήξειας, στερεὴν δὲ διεκπεράοιμι θάλασσαν, Σπεύδων ἐς χθόνα δῖαν, ἐμὸν λάχος, ὥσπερ ὑπέστης· Καὶ ποταμοὺς στήσειας ἀπείρονας, ἀλλοφύλων τε Κλίναις θούριον ἔγχος, ἀγάστονον. Εἰ δ' ἐπιβαίην Γῆς ἱερῆς, μέλψω σε διηνεκέεσσιν ἐν ὕμνοις. Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ' ἐνέδησας; Τίπτε βίῳ κρυόεντι, καὶ ἰλυόεντι βερέθρῳ, 1282 Εἰ ἐτεὸν θεός εἰμι, λάχος δὲ σὸν, ὥσπερ ἄκουσα; Ἐκ μέν μοι μελέων σθένος ὤλετο, οὐ δέ τι γοῦνα Ἕσπεται· ἀλλά μ' ἔλυσε χρόνος, καὶ νοῦσος ἀνιγρὴ, Τηκεδάνη τε μέριμνα, φίλοι τ' ἄφιλα φρονέοντες. Εἴκειν δ' οὐκ ἐθέλουσιν ἁμαρτάδες, ἀλλ' ἔτι μᾶλλον Στείβουσ' ἀδρανέοντα, κύνες δ' ὡς πτῶκα λαγωὸν, Ἢ κεμάδ' ἀμφὶς ἔχουσι, λιλαιόμενοι κορέσασθαι. Ἢ στῆσον κακότητα καὶ ἵλαθι, ἤ μ' ὑποδέξαι ∆ηρὸν ἀεθλεύοντα, καὶ ἄλγεσι μέτρον ἐπέστω, Ἢ λήθης νέφος ἐσθλὸν ἐμὰς φρένας ἀμφικαλύπτοι.

ΚΙʹ. Εἰς τὴν ἀναχώρησιν. Ἄλλοι μὲν εὐπλοοῦσι τῶν Θεῷ φίλων, Ἄλλοι δὲ

δυσπλοοῦσιν οὐδὲν χείρονες. Τίς οἶδε τούτων τοὺς λόγους, πλὴν σοῦ, Λόγε; Μὴ τοῦ βαδίζειν εὐκολωτέραν τρίβον, 1283 Τὸ τὴν προσάντη καὶ τραχεῖαν ᾖ πλέον; Ὅμως δ' ἔγωγε τοὐμὸν, ὡς ἔχω, φράσω. Κρεῖσσον μὲν ἄμφω, καὶ τρέχειν, καὶ πρὸς καλόν. Εἰ δ' οὐκ ἔνεστι, τοὺς πόνους ἀσπάζομαι Πρὸ τῆς ἀδόξου καὶ κακῆς σωτηρίας. Ὡς πολλὰ δὴ δεῖ καί με πρὸς Θεὸν φέρειν, Κάμνοντα σαρκὶ, πραγμάτων τ' ἐπιδρομαῖς. Τί χρὴ παθεῖν με μὴ τυχόντ' ἀμφοῖν φίλοιν; Σκεύαζε σαυτὸν ὡς τάχος, πρὸς οὐρανὸν Ψυχὴν πτερώσας τῷ λόγῳ τὴν τιμίαν· Μηδὲν περισσὸν, ἀλλὰ πᾶν ῥίψας βάρος Βίου ματαίου, καὶ κακῶν τῶν ἐνθάδε. Ἐγὼ τραπέζης μυστικῆς παραστάτης· Ἐγὼ καθαίρω λαὸν, ὅν σοι προσφέρω, 1284 Ἐν τοῖς ἀναίμοις καὶ τελείοις δόγμασιν. Ὦ λαμπρότης βλύζουσα, καὶ πηγὴ φάους, Ὡς αὐτὸς οἶδα, δεόμενος καθαρσίων, ∆εινὸν καθαίρειν βορβόρου μολύσματα. Σκοπεῖτε καὶ τρέμοιτε, λαῶν ποιμένες.

Κ∆ʹ. Εὐχὴ ἑωθινή. Ὄρθρος δίδωμι τῷ Θεῷ μου δεξιὰς, Μηδὲν σκοτῶδες ἢ

δράσειν ἢ αἰνέσειν, Ἀλλ' ὡς μάλιστά σοι θύσειν τὴν ἡμέραν, Μένων ἄσειστος, καὶ παθῶν αὐτοκράτωρ. Αἰσχύνομαι τὸ γῆρας, ἂν κάκιστος ὦ, Καὶ τὴν τράπεζαν ἧς παραστάτης ἐγώ. Ὁρμὴ μὲν αὕτη, Χριστέ μου· σὺ δ' εὐόδου. 1285

ΚΕʹ. Πρὸς ἑσπέραν θρῆνος. Ἐψευσάμην σε. τὴν ἀλήθειαν, Λόγε, Σοὶ τὴν

παροῦσαν ἡμέραν καθαγνίσας. Οὐ πάντα φωτεινόν με νὺξ ἐδέξατο. Ἦ μὴν προσηυξάμην τε καὶ τοῦτ' ᾠόμην· Ἀλλ' ἔστιν οὗ μοι καὶ προσέπταισαν πόδες. Ζόφος γὰρ ἦλθε βάσκανος σωτηρίας. Λάμποις τὸ φῶς μοι, Χριστὲ, καὶ πάλιν φανείς.

Κς. ∆έησις πρὸς Χριστὸν τῇ ἐπαύριον. Ἐζημίωμαι, Χριστὲ, τὴν χθὲς ἡμέραν.

Χόλος προσῆλθε, καί μ' ἔκλεψεν ἀθρόον. Τὴν σήμερον λάβοιμι φωτὸς ἡμέραν. 1286 Μέμνησο σαυτοῦ· μὴ λάθῃς Θεὸν βλέπων. Ὀμώμοκας· μέμνησο τῆς σωτηρίας.

ΚΖʹ. Θρῆνος. Αἲ αἲ τῶν παθέων! Τίπτ' ἤλιτον; ἢ ἄρα μοῦνος Σῶν καθαρῶν

θυέων ἅπτομαι οὐχ ὁσίως; Ἦ με πυροῖς παθέεσσι, καθάρσιε, ἢ τύφον ἄλλων Ἴσχεις,