1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

28

ποιεῖν καὶ τὴν δοξολογίαν σπουδαιότερον ἀναφέρειν τῷ δεσπότῃ καὶ εὐγνώμονας γίνεσθαι περὶ τὸν τοσαύτας εὐεργεσίας εἰς αὐτοὺς καταθέμενον. Οἱ δὲ τὸ ἐναντίον ἐποίησαν καὶ ὑπὸ πολλῆς ἀνέσεως ἐξετραχηλίσθησαν. ∆ιά τοι τοῦτο κατηγοροῦσα αὐτῶν ἡ θεία γραφή φησιν· «Ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, ἐλιπάνθη καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος.» 5.17 Μετὰ γὰρ τὰ πολλὰ θαύματα ἐκεῖνα καὶ τὰ σημεῖα τὰ παράδοξα καὶ τῆς θαλάττης τὴν διάβασιν καὶ τὸν τῶν Αἰγυπτίων ὄλεθρον καὶ τὴν ξένην καὶ καινὴν τοῦ μάννα τροφήν, ἔτι ἔναυλον ἔχοντες τῶν εὐεργεσιῶν τὴν μνήμην, ἐπειδὴ ἐν πολλῇ ἀνέσει γεγόνασι, λήθην ἁπάντων ἐκείνων ποιησάμενοι μόσχον κατασκευάσαντες προσεκύνουν λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύπτου.» Ὢ τῆς ἀγνωμοσύνης, ὢ τῆς πολλῆς ἀναισθησίας. Τοιοῦτον γὰρ αὐτῶν ἀεὶ τὸ ἔθος καὶ ὅταν μὲν ἀνέσεως λάβωνται κατὰ κρημνῶν φέρονται καὶ ἐπιλανθάνονται τοῦ εὐεργέτου· ὅταν δὲ μικρὸν στενοχωρηθῶσι, τότε συστέλλονται καὶ ταπεινοῦνται. ∆ιὸ καὶ ὁ μακάριος ∆αβὶδ τοῦτο δηλῶν ἔλεγεν· «Ὅταν ἀπέκτεννεν αὐτούς, τότε ἐξεζήτουν αὐτόν.» 5.18 Ἀλλὰ τοιοῦτο τῶν ἀγνωμόνων οἰκετῶν καὶ τῶν ἀναισθήτων Ἰουδαίων τὸ ἔθος. Ἡμεῖς δέ, παρακαλῶ, διηνεκῶς τὰς τοῦ Θεοῦ δωρεὰς ἐπὶ τῆς διανοίας στρέφοντες καὶ ἀναμιμνῃσκόμενοι τῶν εὐεργεσιῶν αὐτοῦ τὸ μέγεθος καὶ τὸ πλῆθος εὐγνώμονες γινώμεθα καὶ διὰ παντὸς τὸν τῶν ἀγαθῶν ἡμῖν αἴτιον ἐπιγινώσκωμεν καὶ ἀξίαν τῶν εὐεργεσιῶν τὴν πολιτείαν ἐπιδειξώμεθα καὶ καθ' ἑκάστην ἡμέραν τῆς ἑαυτῶν ψυχῆς τὴν ὑγίειαν πραγματευώμεθα. Καὶ μάλιστα ὑμεῖς οἱ πρόσφατον τῆς θείας καταξιωθέντες μυσταγωγίας καὶ τὰ τῶν ἁμαρτημάτων ἀποθέμενοι φορτία καὶ λαμπρὰν τὴν στολὴν περιβαλόμενοι· καὶ τί λέγω λαμπρὰν στολήν, οἱ τὸν Χριστὸν αὐτὸν ἐνδεδυμένοι καὶ τὸν τῶν ὅλων δεσπότην ἔνοικον δεξάμενοι, ἀξίαν τοῦ ἐνοικοῦντος τὴν πολιτείαν ἐπιδείξασθε ἵνα καὶ πλείονα τὴν ἄνωθεν χάριν ἐπισπάσησθε καὶ μιμηταὶ γενέσθαι σπουδάσητε τοῦ προτέρου μὲν διώκτου μετὰ δὲ ταῦτα ἀποστόλου γενομένου. 5.19 Ὃς ἡνίκα μὲν ἐβαπτίσθη καὶ τῷ φωτὶ τῆς ἀληθείας κατηυγάσθη, εὐθέως μὲν καὶ οὕτω μέγας γέγονε, πολλῷ δὲ μείζων ἐγένετο τοῦ χρόνου προϊόντος. Ἐπειδὴ γὰρ τὰ παρ' ἑαυτοῦ εἰσήνεγκε, τὸν ζῆλον, τὴν προθυμίαν, τὸ φρόνημα τὸ γενναῖον, τὸν πόθον τὸν ζέοντα, τὴν ὑπεροψίαν τῶν παρόντων, ἐπέρρει αὐτῷ λοιπὸν καὶ τὰ παρὰ τῆς τοῦ Θεοῦ χάριτος μετὰ πολλῆς τῆς δαψιλείας. Καὶ ὁ πρὸ τούτου ἀκάθεκτον τὴν μανίαν ἐπιδεικνύμενος καὶ πανταχοῦ διατρέχων καὶ διὰ πάντων πολεμῶν τῷ τῆς εὐσεβείας λόγῳ, ἐπειδὴ ἐπέγνω τὴν τῆς ἀληθείας ὁδόν, εὐθέως καὶ συνέχυνε τοὺς ἀγνώμονας Ἰουδαίους καὶ «διὰ θυρίδος ἐν σαργάνῃ» ἐχαλᾶτο ἵνα δυνηθῇ διαφυγεῖν τῶν μαινομένων Ἰουδαίων τὴν ὠμότητα. Εἴδετε ἀθρόαν μεταβολήν; Εἴδετε τοῦ Πνεύματος τὴν χάριν πῶς αὐτοῦ τὴν ψυχὴν μετερρύθμισε, πῶς αὐτοῦ τὴν γνώμην μετέβαλε, πῶς καθάπερ πῦρ εἰς ἀκάνθας ἐμπεσόν, οὕτως ἡ τοῦ Πνεύματος χάρις ἐπεισελθοῦσα καὶ τῶν ἁμαρτημάτων τὰς ἀκάνθας ἠφάνισε καὶ ἀδάμαντος αὐτὸν στερρότερον εἰργάσατο; 5.20 Τοῦτον καὶ ὑμεῖς μιμήσασθε, παρακαλῶ, καὶ δυνήσεσθε οὐ πρὸς δύο καὶ τρεῖς καὶ δέκα ἡμέρας καὶ εἴκοσι μόνον καλεῖσθαι νεοφώτιστοι, ἀλλὰ καὶ δέκα καὶ εἴκοσι καὶ τριάκοντα παρελθόντων ἐτῶν καὶ διὰ πάσης ὡς εἰπεῖν τῆς ζωῆς ταύτης ἀξιοῦσθαι τῆς προσηγορίας. Ἐὰν γὰρ τὸ ἐν ἡμῖν φῶς, τοῦ Πνεύματος λέγω τὴν χάριν, σπουδάζωμεν διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως φαιδρότερον ἀπεργάζεσθαι ὥστε μηδέποτε κατασβεσθῆναι, διὰ παντὸς τοῦ χρόνου ταύτης ἀπολαύσομεν τῆς προσηγορίας. Ὥσπερ γὰρ ἔστι τὸν νήφοντα καὶ ἐγρηγορότα καὶ ἀξίαν πολιτείαν ἐπιδεικνύμενον διηνεκῶς εἶναι νεοφώτιστον, οὕτω πάλιν ἔστι καὶ μετὰ μίαν ἡμέραν ῥᾳθυμήσαντα ἀνάξιον γενέσθαι ταύτης τῆς προσηγορίας. 5.21 Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος διὰ τῆς μετὰ ταῦτα ἀρετῆς πλείονα τὴν ἄνωθεν ἐπισπασάμενος ῥοπήν, διηνεκῶς ἐν τῇ φαιδρότητι ταύτῃ διέμεινε, λαμπρότερον ἐν αὐτῷ τῆς ἀρετῆς τὸ φῶς ἐργαζόμενος. Ὁ