28
ἀγωνίαν ἔτρεφε, τῶν ἀνθρωπίνων πραγμάτων εἰδὼς τὴν φύσιν, καὶ τὸ ἐπίκηρον αὐτῶν ἀναλογιζόμενος· διὸ καὶ ἔλεγεν, Φόβος ὃν ἐδεδοίκειν, συνήντησέ μοι. Καὶ καλῶς εἶπε, συνήντησέ μοι, ὡσανεὶ ἔλεγε, Πρὸς ὃν ἀεὶ τοῖς λογισμοῖς ἠρχόμην· ἀεὶ γὰρ τῇ διανοίᾳ πρὸς αὐτὸν ἐβάδιζεν, ἀναμένων αὐτὸν, ἐλπίζων, καὶ προσδοκῶν. Εἰ γὰρ καὶ ἐν πλούτῳ, καὶ τρυφῇ, καὶ περιφανείᾳ πολλῇ ζῶν διετέλεσεν, ἀλλὰ τὰς ἀλλοτρίας καθ' ἑκάστην ὠνειροπόλει συμφοράς· διὰ τοῦτο οὐδὲν αὐτὸν ἐθορύβει προσπιπτόντων μεγάλων καὶ ἀφορήτων. «Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην· ἦλθε δέ μοι ὀργή.» Οὐκ εἶπεν, Οὐκ εἰρηνεύω, οὔτε ἡσυχάζω· ἀλλ', Οὐκ εἰρήνευσα, ἐν τῷ παρελθόντι χρόνῳ· εἰ γὰρ καὶ τὰ προγεγονότα τρυφᾷν ἐποίει, ἀλλ' ἡ προσδοκία τῶν λυπηρῶν οὐκ εἴα ἡσυχάζειν, οὐδὲ ἐντρυφᾷν τοῖς παροῦσι. ∆ιὰ τοῦτο, ἅπερ ἐμελέτησε διὰ τῶν λόγων, ταῦτα ἰδὼν ἐπὶ τῶν πραγμάτων συμβάντα, γενναίως ἤνεγκε τὰ πάλαι μελετηθέντα, καὶ τὰ τῇ προσδοκίᾳ προειλημμένα ταῦτα παρόντα βλέπων, οὐκ ἐξενίζετο, οὐδὲ ἐθορυβεῖτο· ἀλλ', Ἦλθέ μοι, φησὶν, ἡ προσδοκωμένη ὀργὴ, τουτέστιν, ἡ πικρὰ καὶ ἀνήκεστος τιμωρία, ἧς ἐπειράθην, ἣν καὶ πρὸς τῆς πείρας ἐμελέτων.
ΚΕΦ. ∆ʹ
«Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει;» Κόπον οἶδεν ἡ Γραφὴ τὴν ἁμαρτίαν λέγειν· ὡς ὅταν λέγῃ, Ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος. Φησὶν οὖν ὁ Ἐλιφὰζ, Ὅρα, ὦ Ἰὼβ, μήποτεἐλάλησάς τι ἐν ἁμαρτίᾳ, καὶ διὰ τοῦτο νῦν οὕτω πάσχεις. Οὐκ εἶπε δὲ, Μὴ πέπρακταί σοι· ἀλλὰ, Μὴ λελάληταί σοι· ἐπειδὴ γὰρ ἔλαμπεν ὁ βίος αὐτοῦ, καὶ πολλὰ τῆς ἀρετῆς ὑπομνήματα πανταχοῦ τῆς γῆς εἶχε. Μὴ τοῦτο, φησὶν, εἴπῃς, εἰ καὶ 64.585 πράξεις σου καλαὶ καὶ ἀγαθαί· συμβαίνει γὰρ ἐν τοῖς ῥήμασι γεγενῆσθαι τὴν ἁμαρτίαν. «Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας· νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος, καὶ ἥψατό σου, σὺ ἐσπούδασας.» Χρυσ. καὶ Πολυ. Οὐκ εἶπε τὰ ἐν χρήμασιν αὐτῷ κατωρθωμένα, ἐνῆν γὰρ ἀντιθεῖναι τὴν πενίαν· ἀλλ' εἴ τινας ἀπὸ λόγων ὠφέλησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Μάχεται, φησὶ, τῇ παλαιᾷ ὑπολήψει τὰ παρόντα· ὁ γὰρ πολλάκις ἄλλους ἀναῤῥώσας τοῖς λόγοις, καὶ μονονουχὶ πεπτωκότας διαναστήσας, ἀγαθὰς ἐλπίδας αὐτοῖς ὑποθέμενος, τί πέπονθας; πῶς τὸν ἐπελθόντα σοι πόνον φέρειν οὐ δύνῃ; ἀλλὰ ἐσπούδασας, τουτέστι, τεθορύβησαι. Εἴρηται δὲ ἡ λέξις ἀπὸ τοῦ τοὺς θορυβουμένους σπεύδειν. Καίτοιγε ἐχρῆν σε τῶν οἰκείων ὑπομιμνησκόμενον τῶν λόγων, καὶ τούτους αἰδούμενον, μὴ ἐν ταῖς ἑτέρων μόνον, ἀλλὰ καὶ ἐν ταῖς αὐτοῦ συμφοραῖς φιλοσοφεῖν. Ἐπιτήρει δὲ, ὡς, πρὸς ταῖς ἄλλαις ἀρεταῖς, μαρτυρεῖ τῷ Ἰὼβ ὁ Ἐλιφὰζ, ὅτι καὶ διδασκαλικὸν εἶχε χάρισμα, καὶ τὸν παρακλητικὸν μετὰ θείας χάριτος προσέφερε λόγον, ὥστε καὶ εὐθυμεῖν τοὺς ἐν συμφοραῖς παρασκευάζειν διὰ τῆς παραινέσεως. Ταῦτα μὲν οὔπω τραχέα τοῦ Ἐλιφὰζ τὰ ῥήματα· τὰ δὲ ἐφεξῆς οὐκέτι πρὸς τὴν τοῦ παραμυθουμένου προσώπου ποιότητα φθέγγεται. Ἄκουε γάρ· «Πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ; καὶ ἡ ἐλπίς σου, καὶ ἡ κακία τῆς ὁδοῦ σου;» Ὁ δὲ Ἀκύλας, Ἡ ὑπομονή σου, καὶ ἡ ἁπλότης τῶν ὁδῶν σου. Μάταιον πλέκει συλλογισμόν· ἐπειδὴ γὰρ εἶπε, Φόβος ὃν ἐφρόντισα ἦλθέ μοι, φησὶν, ὅτι Οὗτος ὁ φόβος ἐν ἀφροσύνῃ ἦν, καὶ ἡ ἐλπίς σου ἀπὸ τῆς κακίας τῆς καρδίας σου ἦν· ἀνόητον γὰρ, ἀγαθὸν ὄντα τοιαῦτα προσδοκᾷν· ὥστε σεαυτὸν ἤλεγξας, ὅτι βίου ἦς πονηροῦ· εἰ γὰρ ἐθάῤῥεις ἐπὶ καθαρότητι, μάταιος ὁ φόβος. «Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται· ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.» Τὸ δὲ, ἀπὸ προστάγματος