1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

29

ἤ με φέρεις γυμνὸν ἐπ' ἀντιπάλῳ; Ταῦτα μὲν αὐτὸς, ἄναξ, νωμᾷς, Λόγε. Αὐτὰρ ἔγωγε Βαιὸν ὑπὲρ γαίης ἆσθμα φέρω πύματον. ∆άκρυα πάντ' ἐκένωσα, γόος δέ μοι ἔργον ἐτύχθη. Μέχρι τίνος παλάμαις κείμεθ' ἐν ἀσεβέων; Ἀλλὰ, μάκαρ, στῆσόν με, καὶ εἰ κακὸν, ἀλλ' ἱερῆα, Μή τις ὀλισθήσῃ πήμασιν ἡμετέροις. 1287 Ὤλετο εὖχος ἔμοιγε, καὶ ἄλγεα σαρκὸς ὄλοιτο. Οἴχετ' Ἀναστασίη, λῆγε καὶ, ἀμπλακίη. Αἲ αἲ δάκρυά μοι καταλείβεται, ἔνδοθεν ἦτορ Παχνοῦται· διπλὴν νοῦσον ἐπίσχες, ἄναξ· Νοῦσον ἐπίσχες, ἄναξ, διολώλαμεν. Ἦ ἄρα μούνῳ Οἶκτος ἀπεκλείσθη σῷ λάτρι Γρηγορίῳ; Τέτρωμαι πολλοῖσι κακοῖς καὶ ἄλγεσι σαρκός· Σοὶ δὲ, Χριστὲ, χάρις, ὅς με πυροῖς πάθεσιν. Ἢ στῆσον κακότητα, καὶ ἵλαθι σῷ θεράποντι, Ἢ τὸ δίδου θυμῷ τλήμονι πάντα φέρειν. ΚΗʹ. Ἐλεγειακόν. Ὄλβιος ὅστις ἄσαρκον ἔχει βίον, οὐδ' ἐπίμικτον Εἰκόνι τῇ μεγάλῃ βόρβορον ἀμφέθετο. 1288 Παῦρα μὲν οὐρανίοισι νοήμασιν ἕσπετ' ἀνάγκῃ, Πλείονα δ' ἀντιάει, καὶ ζόφος ἐστὶ νόου. Εἰ ῥοίης γένος εἰμὶ, τί μ' ἀθανάτοισιν ἐΐσκεις, Εἰ πνεύσθην θεόθεν, τίπτε με πηλόδετον, Χριστὲ, φέρεις; γῆρας μὲν ἔβη, καὶ ἅψε' ἀκιδνά· Ἡ δ' ἔτι λύσσαν ἔχει σὰρξ ἐπανισταμένη Ἀμφαδὸν, ἢ λοχόωσα· τὸ δ' ἄλγιον, ὁππότε μύστην Οὐρανίων θυέων μὴ καθαρὸν παρέχει. Ὁρκίζω σε Θεοῖο μέγα κράτος, ἠδὲ κελαινὸν Ἦμαρ ἀλιτροβίων, ἴσχεο μαργοσύνης. ΚΘʹ. Εἰς τὴν ὑπομονήν. Ἐπεί με βάλλεις τῇ νόσῳ πονούμενον, Μικροῖς λόγοις ἄκουε, καὶ παίδευμ' ἔχε. 1289 Ἐμοὶ τὸ κάμνειν κρεῖσσον, ἢ σοὶ τὸ σθένειν. Ἐγὼ μὲν οἶδα τῇ νόσῳ πυρούμενος, Καίπερ καθαίρειν τοὺς κακοὺς τεταγμένος, Κἂν ᾖ τι μεῖζον τοῦ πάθους μυστήριον. Φρονεῖν γὰρ οὕτω λῷον, ἢ ῥυπῶντά τι Βλάπτειν ἐμαυτὸν ἐν κενῷ φρυάγματι. Σὺ δ' ὢν κάκιστος, οὐδ' ἐπίστη τὴν νόσον· Ἦ πόλλ' ἔδει σε δάκρυα σπεῖσαι Θεῷ, Ἵν' ἐκτέμῃς σου τὴν νόσον, πρὶν ἂν θάνῃς. Εἰ γὰρ τὸ φῶς τοιοῦτο, τὸ σκότος πόσον; 1290

Λʹ. Εἰς ἑαυτόν. Ἦ πολλὰ, πολλὰ γίνεται Μακρῷ βίῳ βροτοῖς. τλητὸν δ' ἄπαν,

ὅ κεν φέροι Βίον στρέφων Θεός. Ἐγὼ γὰρ, ἃς μὲν ἔσχον ἐν Ξένῃ πόλει πάλας, Λόγῳ πεσόντι σύμμαχον Γλῶσσαν φέρων ἐμὴν, Ἄλλους λέγοντας αἰνέσω. Πολλοὶ λέγουσι δὲ, Ξένοι, φίλοι τε πίστεως Ἐμοὶ σεβασμίας. Οὐδὲν γὰρ οὕτως οὔποτε Ὅλην ἔσεισε γῆν Ὡς Πνεύματος παῤῥησία Θεοῦ βοωμένου· Ὃ καὶ προσάντη τοῖς φίλοις Τέθεικεν, οἴδαμεν. 1291 Καὶ σοὶ, Μάκαρ, πλείστη χάρις Καλῆς ἀτιμίας. Ταύτης γὰρ αὐκλεέστερον Τί ἂν πάθοι βροτός; Ἃ δ' ἐνθάδ' εὗρον οὐ δοκῶν, Αὐτὸς φράσω φίλοις, Ὡς ἂν μάθωσιν εὐκόλως Φέρειν φθόνου πάλας. Θεοῦ μὲν ἦν λόγος πάλαι Κάλλιστος, ὡς Θεοῦ, Πάντα προφήτην τίμιον Ξένοις μόνοις δοκεῖν, Τὸ γνώριμον δὲ ἄτιμον Ὡς πολλὰ τυγχάνειν. Ἐγὼ δὲ τοῦτο, καὶ πλέον, Πέπονθα νῦν σαφῶς. Ἐπεὶ γὰρ ἡκόμην, ξένης Λιπὼν ἕδος χθονὸς, Καὶ γῆν πατρῴαν ἀσμένως Λαόν τε τὸν γλυκὺν Ὡς εἶδον, ὦχ' ὑπέδραμε Κιβωτὸς, ἡ μόνη Κόσμου φυγοῦσ' ἐπίκλυσιν Καλῶς ὀλωλότος. 1292 Καὶ τὸν γὰρ, ἐκλελοιπότος Ὀρθοῦ λόγου σχεδὸν, Ὑπεξέκλεψε τῷ ξύλῳ Μέγας πατὴρ ἐμὸς, Ὅλης ὅλον τῆς Τριάδος Λάτριν καταστήσας. Τοῦτον κάμνοντ' ἀναρχίᾳ, Ναῦν ὥς τιν' ἐν βυθοῖς Ἔρημον οἰακοστρόφου, Σερεβλούμενον ζάλῃ Κακῶν μεγίστων, ἤθελον (Λιθαζέτω με πᾶς, Ὡς ἐκ παλαιοῦ τοῖς λίθοις Ἄριστ' ἡρμοσμένον), Ὦσαι βυθοῦ γὰρ ἤθελον Κυβερνήτου χερὶ, Ὃν ταῖς πνοαῖς ἠπιστάμην Μάλιστ' ἀντιστάτην, Καίπερ νεωστὶ χρημάτων Κράτος δεδεγμένον. Τάδ' ἤθελον μέν· ὁ φθόνος ∆' ἀντίξοος καλοῖς, Ὃς ἀντέπνευσε τοῖς καλῶς Ἄγαν δεδογμένοις. Πρῶτον μὲν οἱ τὰ δεύτερα Θρόνων λελογχότες, 1293 Λαοῦ πρόεδροι πρεσβύται, Σεμνὴ γερουσία, Πεφήνασ' ἡμῖν οὐ καλοί. Τίς ἤλπισε τόδε; Οἱ μὲν γὰρ αἰδοῦς λειψάνῳ Βραχεῖ κρατούμενοι, ∆ισώματοι καὶ δίχροοι, Χιτῶνες ὥς τινες, Ἐκτὸς πρὸς ἡμῶν, ἔνδοθεν Κακῶς πεπηγότες, Οἷς καὶ χάρις τοῦ λανθάνειν, Ὡς ἄφρονας, θέλειν Ἡ γὰρ πρόδηλος δουλεία Χείρων ἀπιμίας. Οἱ δ' οὐ λάθρα δυσμενεῖς, Ἀλλ' ἐκφανεῖς ἄγαν,