29
δὲ Σιμὼν ἐκεῖνος ὁ μάγος, ἐπειδὴ μετανοήσας ἐπὶ τὴν διὰ τοῦ βαπτίσματος δωρεὰν ἔδραμε καὶ τῆς χάριτος μὲν ἀπέλαυσε καὶ τῆς φιλοτιμίας τῆς δεσποτικῆς, οὐκ ἀξίαν δὲ γνώμην εἰσήνεγκεν ἀλλὰ πολλὴν τὴν ῥᾳθυμίαν ἐπεδείξατο, ἀθρόον ἔρημος ἐγένετο τῆς τοσαύτης δωρεᾶς ὡς καὶ συμβουλὴν δέξασθαι παρὰ τοῦ πρώτου τῶν ἀποστόλων διὰ μετανοίας τὸ μέγεθος τοῦ πλημμελήματος ἰάσασθαι· «Μετανόησον γάρ, φησίν, ἀπὸ τῆς κακίας σου ταύτης, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.» 5.22 Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τοιοῦτόν τι ὑποστῆναί ποτε, ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον πάντας εἰς τοσαύτην ἐπιδοῦναι τὴν ἀρετὴν ὡς δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ δεσπότου φιλοτιμίας. Μὴ γὰρ τὰ τυχόντα ἐστίν, ἀγαπητέ, ὧν ἠξιώθημεν· πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, νικᾷ τὸν λογισμὸν τὸν ἡμέτερον τῶν δεδωρημένων τὸ μέγεθος. Ἐννόησον γάρ μοι ὅσην ἀρχὴν ἐνεπιστεύθης καὶ οἷον ἀξίωμα ἔλαβες παρὰ τοῦ τῶν ὅλων βασιλέως. Ὁ πρότερον γὰρ δοῦλος, ὁ αἰχμάλωτος, ὁ προσκεκρουκώς, εἰς υἱοθεσίαν ἀθρόον ἀνηνέχθης. Οὐκοῦν μὴ ῥᾳθυμήσῃς μηδὲ συγχωρήσῃς ἀφαιρεθῆναί σου τοῦτο τὸ ἀξίωμα μηδὲ ἔρημόν σε γενέσθαι τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Ἐὰν γὰρ σὺ μὴ βουληθῇς, οὐδείς ποτε ἀφελέσθαι δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ σοι δεδωρημένα. 5.23 Καίτοι ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῦτο οὐκ ἔνι. Ὅταν γάρ τις ἀξιώματός τινος τύχῃ παρὰ τοῦ τῆς γῆς βασιλέως, οὐκ ἐν τῇ αὐτοῦ γνώμῃ κεῖται ἡ ἀφαίρεσις, ἀλλ' ὁ τὴν ἀξίαν παρασχὼν αὐτὸς καὶ τῆς ἀφαιρέσεώς ἐστι κύριος καὶ ὅτε βούλεται γυμνοῖ τῆς ἀξίας τὸν εἰληφότα καὶ ἰδιώτην ἀθρόον ἀπεργάζεται καὶ παραλύει τῆς ἀρχῆς. Ἐπὶ δὲ τοῦ βασιλέως τοῦ ἡμετέρου τοὐναντίον ἅπαν· τὸ γὰρ ἀξίωμα διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἅπαξ ἡμῖν δωρηθέν, τὴν υἱοθεσίαν λέγω, τὸν ἁγιασμόν, τοῦ Πνεύματος τὴν χάριν, εἰ μὴ ῥᾳθυμήσαιμεν, οὐδεὶς οὐδέποτε ἡμῶν ἀφελέσθαι ταῦτα δυνήσεται. Καὶ τί λέγω ἀφελέσθαι, ἐὰν γὰρ ἴδῃ εὐγνώμονας γεγενημένους παρὰ τὰ ἤδη παρασχεθέντα καὶ προσθήκην ἡμῖν ἐργάζεται καὶ μετὰ πολλῆς τῆς φιλοτιμίας πάλιν αὔξει τὰς παρ' ἑαυτοῦ δωρεάς. 5.24 Εἰδότες τοίνυν ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν ἐν ἡμῖν κεῖται τὸ πᾶν καὶ ἐν τῇ σπουδῇ τῇ ἡμετέρᾳ, εὐγνώμονες γενώμεθα περὶ τὰ ἤδη δωρηθέντα ἵνα καὶ μειζόνων ἑαυτοὺς ἀξίους καταστήσωμεν. ∆ιὸ παρακαλῶ, οἵ τε πρόσφατον ἀξιωθέντες τῆς θείας δωρεᾶς πολλὴν τὴν φυλακὴν ἐπιδείξασθε καὶ τὸ παρασχεθὲν ὑμῖν ἔνδυμα πνευματικὸν καθαρὸν καὶ ἀκηλίδωτον διαφυλάττετε, οἵ τε πάλαι ταύτης τυχόντες τῆς δωρεᾶς πολλὴν τοῦ βίου τὴν μεταβολὴν ἐπιδειξώμεθα. Ἔστι γάρ, ἔστιν ἐπάνοδος ἐὰν βουλώμεθα καὶ δυνατὸν εἰς τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν καὶ φαιδρότητα ἐὰν μόνον τὰ παρ' ἑαυτῶν εἰσενέγκωμεν. 5.25 Ἐπὶ μὲν γὰρ τοῦ σωματικοῦ κάλλους ἀμήχανον τὴν ἅπαξ ἄμορφον γενομένην ὄψιν καὶ ὑπὸ γήρως ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἑτέρας τινὸς σωματικῆς περιστάσεως τὸ πρότερον ἀπολέσασαν κάλλος εἰς ἀκμὴν πάλιν ἐπανελθεῖν. Φύσεως γάρ ἐστι τὸ πάθος καὶ διὰ τοῦτο ἀδύνατον πρὸς τὴν προτέραν ἐπανελθεῖν τῆς εὐμορφίας φαιδρότητα. Ἐπὶ δὲ τῆς ψυχῆς, ἐὰν βουλώμεθα, καὶ τοῦτο γενέσθαι δυνατὸν διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν ἅπαξ καταρρυπωθεῖσαν καὶ διὰ τοῦ τῶν ἁμαρτημάτων πλήθους δυσειδῆ καὶ αἰσχρὰν γενομένην ταχέως ἐπὶ τὴν προτέραν ἐπανελθεῖν εὐμορφίαν, εἰ πολλὴν καὶ ἀκριβῆ τὴν μετάνοιαν ἐπιδειξαίμεθα. 5.26 Ἀλλὰ ταῦτα μὲν πρὸς ἐμαυτὸν λέγω καὶ τοὺς πάλαι τοῦ βαπτίσματος ἀξιωθέντας. Ὑμεῖς δὲ οἱ νέοι τοῦ Χριστοῦ στρατιῶται, ἐμοὶ πείσθητε, καὶ παντὶ τρόπῳ σπουδάσατε καθαρὸν ὑμῶν τὸ ἔνδυμα διατηρῆσαι· πολλῷ γὰρ βέλτιον ὑπὲρ τῆς φαιδρότητος νῦν ἔχειν τὴν μέριμναν καὶ τὴν φροντίδα ὥστε διηνεκῶς ἐν καθαρότητι διαμένειν καὶ μηδεμίαν δέξασθαι κηλῖδα ἢ ῥᾳθυμήσαντας ὕστερον δακρύειν καὶ κόπτεσθαι ὥστε τὸν ἐπιγενόμενον ἀποσμήξασθαι ῥύπον. Μὴ δὴ τὰ αὐτὰ ἡμῖν πάθητε, παρακαλῶ, ἀλλ' ἡ τῶν προλαβόντων ῥᾳθυμία ὑμῖν ἀσφαλείας ὑπόθεσις γενέσθω. 5.27 Καὶ καθάπερ στρατιῶται πνευματικοί, γενναῖοι