30
καὶ ἐγρηγορότες, οὕτω καθ' ἑκάστην ἡμέραν ἀποσμήχετε τὰ ὅπλα ὑμῶν τὰ πνευματικά, ἵνα βλέπων ὁ πολέμιος τῶν ὅπλων τὴν ἀστραπὴν πόρρω γένηται καὶ μηδὲ πλησίον ἑστάναι νομίσῃ. Ὅταν γὰρ ἴδῃ μὴ μόνον ἀστράπτοντα τὰ ὅπλα ἀλλὰ καὶ ὑμᾶς πανταχόθεν πεφραγμένους καὶ τὸν τῆς διανοίας ὑμῶν θησαυρὸν καθάπερ οἶκόν τινα μετὰ ἀκριβείας ἠσφαλισμένον, ἐγκαλυψάμενος ἄπεισιν, εἰδὼς ὡς οὐδὲν αὐτῷ πλέον ἔσται κἂν μυριάκις ἐπιθέσθαι ἐπιχειρήσῃ. Εἰ γὰρ καὶ ἀναίσχυντός ἐστι καὶ ἰταμὸς καὶ θηρίου παντὸς πικρότερος, ἀλλ' ὁρῶν ὑμῶν τὴν παντευχίαν τὴν πνευματικὴν καὶ τὴν ἰσχὺν τὴν παρὰ τοῦ Πνεύματος ὑμῖν δεδομένην, ἀκριβέστερον τὴν οἰκείαν ἀσθένειαν καταμανθάνων μετὰ πολλῆς τῆς αἰσχύνης ἀφίσταται, σφόδρα καταγνοὺς ἑαυτοῦ καὶ γινώσκων ὡς ἀνηνύτοις ἐπιχειρεῖ. 5.28 Νήφωμεν τοίνυν ἅπαντες, παρακαλῶ, καὶ οἱ πάλαι τῆς δωρεᾶς ταύτης ἀξιωθέντες ὥστε δυνηθῆναι εἰς τὴν προτέραν εὐμορφίαν ἐπανελθεῖν καὶ τὸν ἐπιγενόμενον ἀποκαθήρασθαι ῥύπον, καὶ οἱ πρόσφατον τῆς φιλοτιμίας ἀπολαύσαντες τῆς βασιλικῆς, πολλὴν τὴν ἀγρυπνίαν καὶ τὴν ἀσφάλειαν ἐπιδείξασθε ὥστε ἐν διηνεκεῖ καθαρότητι διαμένειν καὶ μηδεμίαν ῥυτίδα ἢ σπίλον δέξασθαι ἐκ τῆς τοῦ διαβόλου μηχανῆς, ἀλλ' ὡσανεὶ παρόντος τούτου καὶ πλησίον ἑστῶτος καὶ τὰ τῆς πονηρίας ἐξακοντίζοντος βέλη, οὕτω πανταχόθεν ἑαυτοὺς περιφράττωμεν καὶ μετὰ πολλῆς αὐτῷ τῆς σπουδῆς ἀντιταττώμεθα, πολλὴν τῆς οἰκείας σωτηρίας ποιούμενοι τὴν πρόνοιαν, ἵνα καὶ τὰς ἐκείνου μηχανὰς διαφυγεῖν δυνηθῶμεν καὶ αὐτοὶ ἄτρωτοι διαμείναντες τὴν ἄνωθεν συμμαχίαν ἐπισπασώμεθα. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6.t ΛΟΓΟΣ ʹ Τοῦ αὐτοῦ ἐπιτίμησις πρὸς τοὺς καταλιπόντας τὴν
σύναξιν καὶ εἰς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα ἀπελθόντας καὶ ὅσην προσήκει τῶν ῥᾳθυμούντων ἀδελφῶν ποιεῖσθαι τὴν ἐπιμέλειαν· καὶ εἰς
τοὺς νεοφωτίστους.
6.1 Πάλιν ἱπποδρομίαι καὶ θέατρα σατανικά, καὶ ὁ σύλλογος ἡμῖν ἐλάττων γίνεται. ∆ιὰ τοῦτο κἀγὼ δεδοικὼς τὴν ἀπὸ τῆς ἀνέσεως καὶ ἀδείας ῥᾳθυμίαν προλαβὼν παρῄνεσα καὶ παρεκάλεσα τὴν ὑμετέραν ἀγάπην μήτε τὸν συλλεγέντα πλοῦτον ἀπὸ τῆς νηστείας ἐκχεῖν μήτε τὴν ἀπὸ τῶν σατανικῶν θεάτρων λύμην προστρίψασθαι, καὶ ὡς ἔοικεν οὐδὲν ἡμῖν κέρδος ἀπὸ τῆς παραινέσεως γέγονεν. Ἰδοὺ γάρ τινες τῶν ἀκηκοότων τῆς παρ' ἡμῶν διδασκαλίας παρασυρέντες σήμερον καὶ τὴν ἀκρόασιν ταύτην τὴν πνευματικὴν καταλιπόντες ἐκεῖ δεδραμήκασι, πάντα ὑφ' ἓν ἀπὸ τῆς διανοίας τῆς ἑαυτῶν ῥίψαντες, τῆς ἁγίας τεσσαρακοστῆς τὴν μνήμην, τῆς ἀναστασίμου ἡμέρας τὴν σωτήριον ἑορτήν, τῶν θείων μυστηρίων τὴν φρικτὴν καὶ ἀπόρρητον κοινωνίαν, τῆς ἡμετέρας διδασκαλίας τὴν συνέχειαν. 6.2 Ποίᾳ τοίνυν, εἰπέ μοι, λοιπὸν προθυμίᾳ τῆς συνηθοῦς ἅψομαι διδασκαλίας, ὁρῶν οὐδὲν πλέον κερδαίνοντας ἐκ τῶν παρ' ἡμῶν λεγομένων ἀλλ' ὅσῳ τὰ τῆς διδασκαλίας ἡμῖν ἐπιτείνεται τοσαύτῳ καὶ τὴν ῥᾳθυμίαν ὡς εἰπεῖν αὐξουμένην, ὅπερ καὶ ἡμῖν πλείονα τὴν ὀδύνην ἐργάζεται καὶ ἐκείνοις μείζονα προξενεῖ τὴν κατάκρισιν. Μᾶλλον δὲ οὐκ ὀδύνη μόνον, ἀλλὰ καὶ μείζων ἡμῖν ἡ ἀθυμία γίνεται· καθάπερ γὰρ γηπόνος ἐπειδὰν ἴδῃ μετὰ τοὺς πολλοὺς πόνους καὶ τοὺς μόχθους μηδὲν ἄξιον τῶν πόνων τὴν γῆν παρέχουσαν ἀλλὰ πέτραν ἄγονον μιμουμένην, ὀκνηρότερος λοιπὸν καθίσταται πρὸς τὴν ταύτης ἐργασίαν, ὁρῶν εἰκῇ καὶ μάτην ἑαυτὸν πονούμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ διδάσκαλος, ἐπειδὰν θεάσηται μετὰ τὴν πολλὴν ἐπιμέλειαν καὶ τὴν συνεχῆ διδασκαλίαν τοὺς μαθητευομένους ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μένοντας,