30
καταγελάσῃ, ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς· θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσί σοι.» Ἁπλῶς δὲ, Οὐ μόνον οἱ ἔξωθεν εἰρηνικῶς πρὸς σὲ διακείσονται, ἀλλὰ καὶ ἡ οἰκία πολλῆς ἀπολαύσεται τῆς εἰρήνης, καὶ οἱ ἐν αὐτῇ ἀστασίαστοι, καὶ πρὸς ἑαυτοὺς, καὶ πρὸς σὲ διαμενοῦσιν. Οὐδὲν γὰρ τούτου ἴσον τοῦ κατὰ τὴν οἰκίαν εἰρηνεύειν· τί γὰρ ὄφελος τῶν ἔξωθεν ἀπηλλάχθαι πολέμων, ταραχῆς ἔνδον γέμοντα; «Ἐλεύσῃ δὲ ἐν τάφῳ, ὥσπερ σῖτος ὥριμος, κατὰ καιρὸν θεριζόμενος· ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα.» Τουτέστι, Πᾶσι κομῶν τοῖς ἀγαθοῖς, καὶ τοῖς ἐκγόνοις τὰ κατὰ κλῆρον διατάξας, οὕτω μεταλλάξεις τὸν βίον, εἰς γῆρας ἐλάσας λιπαρὸν, καὶ οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον.
ΚΕΦΑΛ. ΣΤʹ
«Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται.» Πολυχρονίου καὶ Χρυσοστόμου. Εἰ γὰρ, ἀντὶ τοῦ, εἴθε γάρ. Ὀργὴν δὲ ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ τὸ πάθος τῆς ψυχῆς, τὸ ἐκ τῶν συμφορῶν γινόμενον· ὀδύνας δὲ, τὰς τῷ σώματι ὑπὸ τῶν ἑλκῶν συμβαινούσας· αὐξῶν δὲ τῇ ποσότητι τὸ πάθος, τὸ ὁμοθυμαδὸν ἔφησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόῤῥω τῶν ἐμῶν συμφορῶν ἑστηκότες, μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας· ὡς εἴγε οἷόντε τὰ ἐμὰ πάθη, καὶ τὰς ὀδύνας κατ' αὐτὸν λαβεῖν, καὶ καθάπερ ἐν τρυτάνῃ τινὶ ἀντιταλαντεῦσαι τῇ παραλίᾳ ψάμμῳ, τούτων ἂν εὗρε μᾶλλον, ἢ παρ' ἐκείνης, βαρυτέραν τὴν πλάστιγγα. Παραλίαν δὲ ἄμμον παρείληφε, διὰ τὸ ὑγροτέραν εἶναι. 64.592 «Ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.» Ὅρα δυσπραγίαν· ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος. «Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή. Βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου, ὥσπερ ὀσμὴν λέοντος.» Ὥσπερ ἐν κοινῷ θεάτρῳ τῆς οἰκουμένης ἑστὼς ὁ γενναῖος, ἅπασι διὰ τῶν συμβεβηκότων αὐτῷ παθῶν διαλέγεται, πάντα φέρειν τὰ συμπίπτοντα γενναίως, καὶ πρὸς μηδὲν ἐνδιδόναι τῶν ἐπιόντων δεινῶν. Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν ἀνθρώπινον πάθος, ὃ μὴ δύναται παραμυθίαν ἐκεῖθεν δέξασθαι· ἃ γὰρ ἐν πάσῃ τῇ οἰκουμένῃ διέσπαρται πάθη, ταῦτα ὁμοῦ συνελθόντα εἰς ἓν σῶμα ἐνέσκηψε τὸ ἐκείνου. Τίς οὖν ἔσται συγγνώμη τῷ μὴ δυναμένῳ τὸ μέρος τῶν ἐπενεχθέντων ἐκείνῳ δεινῶν μετ' εὐχαριστίας ἐνεγκεῖν, ὃς μὴ μέρος μόνον, ἀλλὰ ὁλόκληρα τὰ πάντων ἀνθρώπων φαίνεται φέρων κακά; Τί γὰρ τοῦ Ἰὼβ πενέστερον γέγονεν; ὃς καὶ τῶν ἐν βαλανείῳ ἐῤῥιμμένων, καὶ τῶν ἐν τῇ καμινιαίᾳ τέφρᾳ καθευδόντων, καὶ πάντων ἀνθρώπων ἁπλῶς πενέστερος ἦν. Οὖτοι μὲν γὰρ κἂν ἱμάτιον ἔχουσι διεῤῥωγὸς, ἐκεῖνος δὲ γυμνὸς ἐκάθητο, καὶ ὃ μόνον ἱμάτιον εἶχε παρὰ τῆς φύσεως, τῆς σαρκὸς τὴν περιβολὴν, χαλεπῇ σηπεδόνι καὶ τοῦτο πανταχόθεν διέφθειρεν ὁ διάβολος· καὶ οἱ μὲν κἂν καλάμῃ καλύπτονται, ἐκεῖνος δὲ αἴθριος διενυκτέρευεν, οὐδὲ τὴν ἀπὸ ψιλῆς στέγης παραμυθίαν ἔχων. Καὶ τὸ δὴ μεῖζον, ὅτι οὗτοι μὲν πολλὰ καὶ αὑτοῖς συνίσασι τὰ δεινὰ, δι' ἃ ἔχοιεν ἂν ἑαυτοὺς αἰτιᾶσθαι (οὐ μικρὸν δὲ τοῦτο εἰς παραμυθίαν συμφορᾶς, τὸ συνειδέναι ἑαυτῷ δικαίως τιμωρουμένῳ), ἐκεῖνος δὲ καὶ ταύτης ἀπεστέρητο τῆς παραμυθίας, καὶ πολιτείαν ἐπιδειξάμενος ἀρετῆς γέμουσαν, τὰ τῶν ἔσχατα τετολμηκότων ὑπέμεινε. Καὶ οἱ μὲν ἐξ ἀρχῆς ἐνεμελέτησαν τῇ συμφορᾷ, ἐκεῖνος δὲ ἀμελέτητον ὑπέμεινε πενίαν, καὶ ταύτην ἐσχάτην, καὶ μεθ' ἣν ἑτέραν οὐκ ἔστιν εὑρεῖν· τί γὰρ ἂν τοῦ γυμνοῦ, καὶ μηδὲ στέγην ἔχοντος, πενέστερον γένοιτ' ἄν; Μᾶλλον δὲ οὐδὲ ἐδάφους παντὸς ἀπολαύειν κύριος ἦν· οὐ γὰρ ἐπὶ τῆς γῆς, ἀλλ' ἐπὶ τῆς κοπρίας ἐκάθητο. Μία μὲν οὖν αὕτη