32
ἀπεζύγην, Τοῖς δ' οὐ τετίμημ'. Ὢ πατρὸς παναθλίου! Οἱ συνθύται μου δυσμενεῖς ἐχθρῶν πέρα, Οὐδὲ τράπεζαν μυστικὴν δεδοικότες, Εἰ μή τί γ' ἄλλο, καὶ πόνους τοὺς εἰς τόδε, Οὓς καὶ πονηροῖς πολλάκις τιμᾷν ἔθος· Οὔθ' ὕβρεως δόξαν τιν' ἐξιώμενοι· Ἀλλ' ἓν πνέοντες, τὴν ἐμὴν ἀτιμίαν. 1307
Λ∆ʹ. Εἰς τὴν ἐν ταῖς νηστείαις σιωπήν. Ἴσχεο, γλῶσσα φίλη· σὺ δέ μοι, γραφὶς,
ἔγγραφε σιγῆς Ῥήματα, καὶ φθέγγου ὄμμασι τὰ κραδίης. Ἡνίκα σάρκας ἔδησα, Θεοῦ βροτέοις παθέεσσι Μύστιν ἄγων θυσίην, ὥς κε θάνω βιότῳ, Ἤμασι τεσσαράκοντα, νόμοις Χριστοῦ βασιλῆος, Εὖτε καθαιρομένοις σώμασιν ἕσπετ' ἄκος. Πρῶτα μὲν ἀτρεμίη νόον ἥδρασα, οἶος ἀπ' ἄλλων Ναιετάων, ἀχέων ἀχλὺν ἐφεσσάμενος, Εἴσω πᾶς ἐαλεὶς, φρένας ἄκλοπος· αὐτὰρ ἔπειτα 1308 Ἀνδρῶν εὐαγέων δόγμασιν ἑσπόμενος, Χείλεσι θῆκα θύρετρα. Τὸ δ' αἴτιον, ὥς κε μάθοιμι Μύθων μέτρα φέρειν, παντὸς ἐπικρατέων. Καὶ γάρ τις πλεόνεσσιν ἐπ' ἀνδράσι θοῦρον ἀείρων Ἔγχος, παυροτέρους ῥηϊδίως δαμάσει, Καὶ πτερόεντα βέλεμνα ὃς εὔσκοπα τηλόθε βάλλοι, Οὔποτε ῥοιζήσει ἄσκοπον ἀσσοτέρω. Νῆα δὲ ποντοπόρειαν, ἐπὴν μέγα λαῖτμα περήσῃ, Πέμπειν θαρσαλέον βαιῶν ὑπὲρ λιμένων. Ὃς μὲν γὰρ μικρῶν κρατέει, μεγάλων ἀΐδηλον Εἴ ποθ' ὑπερσχήσει, καὶ μάλα περ ποθέων· 1309 Ὃς δὲ μέγα προφέρει, τόδ' ἀριφραδὲς, ὡς ἄρα τυτθῶν Ἕξει ῥηϊδίως, εὖτε θέλῃσι, κράτος. Τοὔνεκα πάμπαν ἔδησα λόγου μένος. Ἦ γὰρ ἔολπα Μηκέθ' ὑποβλύζειν μῦθον ἐμῶν στομάτων. Ὡς οὐδὲν γλώσσης ὀλοώτερόν ἐστι βροτοῖσιν· Ἵππος ἀεὶ προθέων, ὅπλον ἑτοιμότατον. Λεύσσει μὲν τίς ἅπαντα; τὰ δ' ἐν ποσὶ χεῖρες ἔχουσι Βαιὰ μάλ', οὐδὲ πόδες γαῖαν ἐπῆλθον ὅλην. Μόχθος ἀνδροφόνοις, μοιχοὶ δέ τε καὶ τρομέουσι Λύσσαν ἑὴν, κλέπταις ἦμαρ ἀπευκτότατον, Πλοῦτος δ' οὐ κἀμόγητος· ἔχω τὸ μὲν, ὤλεσα δ' ἄλλο, Τόσσα περισφίγγων, ὅσσα ῥόον παλάμῃ. Νήεσ', ὁδοιπορίῃ ληΐστορες· ἄλλος ἄπληστος, Ὄμματα πικρὰ φέρων ἀλλοτρίοις κτεάνοις. 1310 Τόσσα φιλοχρύσοισι προσάντεα πᾶσιν ἔπεστι, Μόχθος χειροτέροις, μόχθος ἀρειοτέροις. Γλῶσσαν δ' οὐδὲν ἔρυξεν ἐπειγομένην ἐπὶ μῦθον, Οὐ βροτὸς, οὐ νιφετὸς, οὐ ῥόος, οὐ σκόπελος. Ἐγγὺς ὁ τοξευτής· τόξῳ δ' ἔπι πικρὸς ὀϊστός· Νευρὴ κύκλον ἄγει, δάκτυλον ἐν γλυφίσι. Νοῦς ἀφέηκε βέλεμνα· τὰ δ' ἔπτατο, πάντα δὲ βάλλει, Οὐρανίους, χθονίους, ζῶντας, ἐπεσσομένους, Ὅσσοι μιν δοκέουσι, καὶ οὐ δοκέοντας, ὁμοίως Ἐσθλοὺς ἠδὲ κακοὺς, δυσμενέας, φιλίους, Τηλόθεν, ἐγγὺς ἐόντας· ἀπόσκοπον οὐδὲν ὀϊστῷ. Τὴν δέ τις αἰχμάζων, πρῶτα φέρει σοφίης. Πολλὰ μὲν αἰσχρὰ μάχλοισιν ἐρεύγεται, ὥς κε γελοῖος Αὐτὸς ἐὼν, ἄλλοις βράσμα γέλωτος ἄγῃ, 1311 Παλλόμενος, πάλλων τε, καὶ εἰκόνα θείαν ἀτίζων. Πολλὰ δὲ τῶν κρυπτῶν οὔασιν ἐξεμέει. Πολλάκι δ' αὖτε χόλοιο δυσαέος ἄγριον ἀφρὸν Ἐκτὸς ἀποσκεδάει, πᾶσαν ἐπεσβολίην. Πολλάκι δ' αὖ λοχόωντι φέρει χάριν ἔνδοθι θυμῷ, Καὶ κραδίης ἑτέρης χείλεσιν ἄλλα φέρει, Ψεύδεά θ', αἱμυλίους τε λόγους, ἀνδροκτασίας τε. Τίς κεν ἅπαντα λέγοι, τόνδ' ὅσα λυπρὰ πέλει; Ἐχθρὸν ἔθηκ' ἐθέλουσα δόμον δόμῳ, ἄστεϊ δ' ἄστυ Αὐτίκα, μηδὲν ὅλως γλῶσσα πονησαμένη, ∆ῆμον κοιρανέοντι, ἀνασσομένοισιν ἄνακτα, Ὡς σπινθὴρ καλάμης ὦκα ῥιπιζομένης. Σύμπλοον, υἷα, τοκῆα, κάσιν, φίλον, εὖνιν, ἀκοίτην, Πάντας ἐπ' ἀλλήλοις ὥπλισε ῥηϊδίως. 1312 Τὸν κακὸν, ἐσθλὸν ἔθηκε, τὸν ἔμπαλιν ὤλεσεν ἐσθλὸν, Τοῦτ' ἀνέζευξε πάλιν· τίς δύναθ' ὅσσα λόγος; Βαιὴ μὲν γλῶσσ' ἐστὶν, ἀτὰρ σθένος οὐδενὶ τόσσον· Αἴθ' ὄφελε θνήσκειν αὐτίκα τοῖσι κακοῖς! Πᾶσιν μὲν δὴ γλῶσσα πέλει κακὸν ἀφραδέεσσιν, Ἔξοχα δ' αὖ μύσταις οὐρανίης θυσίης. Ὄργανόν εἰμι Θεοῖο, καὶ εὐκρέκτοις μελέεσσιν Ὕμνον ἄνακτι φέρω, τῷ πᾶν ὑποτρομέει. Μέλπω δ' οὐ Τροίην, οὐκ εὔπλοον οἷά τις Ἀργὼ, Οὐδὲ συὸς κεφαλὴν, οὐ πολὺν Ἡρακλέα, Οὐ γῆς εὐρέα κύκλα ὅπως πελάγεσσιν ἄρηρεν, Οὐκ αὐγὰς λιθάκων, οὐ δρόμον οὐρανίων· Οὐδὲ πόθων μέλπω μανίην, καὶ κάλλος ἐφήβων, Οἷσι λύρη