1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

32

ταύτην ἐχέτω τὸ εἰς δόξαν Θεοῦ συντείνειν καὶ μηδὲν γινέσθω παρὰ σοῦ ὃ μὴ ταύτην ἔχει τὴν ὑπόθεσιν. «Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ἕτερον ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» 6.9 Καὶ πῶς ἔστι, φησίν, εἰς δόξαν Θεοῦ ἐσθίειν καὶ πίνειν; Ὅταν καθήμενος ἐπὶ τῆς τραπέζης εὐχαριστῇς τῷ δεδωκότι, ὅταν ἐπιγινώσκῃς τὸν χορηγόν, ὅταν μηδεμίαν βιωτικὴν ἐπεισαγάγῃς διάλεξιν, ἀλλὰ μετὰ πολλῆς τῆς σωφροσύνης τὴν χρείαν τοῦ σώματος πληρώσας καὶ τὴν ἀμετρίαν καὶ τὴν ἀδηφαγίαν ἐκκλίνας, ἀναστὰς εὐχαριστήσῃς τῷ τὴν τροφὴν παρασχόντι εἰς σύστασιν ἡμετέραν, τότε εἰς δόξαν Θεοῦ πάντα ἐποίησας. «Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» 6.10 Θέα μοι πῶς διὰ τῆς βραχείας ταύτης λέξεως πάντα τὸν βίον ἡμῶν συμπεριέλαβεν· εἰπὼν γάρ· εἴτε τι ποιεῖτε, πᾶσαν ἡμῶν τὴν ζωὴν ἑνὶ ῥήματι περιέκλεισε, βουλόμενος ἡμᾶς πανταχοῦ μηδὲν πρὸς ἀνθρωπίνην δόξαν ἀφορῶντας διαπράττεσθαι τῶν τῆς ἀρετῆς ἔργων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ' εἰπών· «εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε», καὶ ἕτερον ἡμῖν αἰνίττεται, τὸ πάντη τῶν τῆς κακίας ἔργων ἀπέχεσθαι καὶ μηδὲν πράττειν ὃ μὴ φέρει δόξαν τῷ κοινῷ πάντων δεσπότῃ. Κἄν τε οὖν ἀρετὴν μετίωμεν, τοῦτο σκοπῶμεν πρὸ πάντων τὸν παρὰ τοῦ μόνου Θεοῦ ἔπαινον κομίζεσθαι καὶ μηδεὶς ἡμῖν ἔσται λόγος τῆς παρὰ τῶν ἀνθρώπων εὐφημίας, κἄν τε ῥᾳθυμῶμεν, ἐκεῖνο ἡμᾶς φοβείτω καὶ τὸν λογισμὸν ἡμῶν συστελλέτω, τὸ κριτήριον ἐκεῖνο λέγω τὸ ἀδέκαστον, καὶ ἡ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἐπέλευσις καὶ τὸ εἰς βλασφημίαν τοῦ Θεοῦ τείνειν τὰ παρ' ἡμῶν γινόμενα. Ὥσπερ οὖν ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων φησί· «Τοὺς δοξάζοντάς με δοξάσω», οὕτως ἄκουε πάλιν τοῦ προφήτου λέγοντος· «Οὐαὶ ὑμῖν ὅτι δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.» 6.11 Ὁρᾷς πόση τοῦ ῥήματος ἡ ἀγανάκτησις; Πῶς δὲ ἔστι δοξάσαι τὸν Θεόν; ∆ιὰ τοῦ εἰς δόξαν τοῦ Θεοῦ ζῆν καὶ οὕτως ἡμῶν λάμπειν τὸν βίον καθάπερ καὶ ἀλλαχοῦ ἔλεγε· «Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Οὐδὲν γὰρ οὕτω ποιεῖ δοξάζεσθαι τὸν δεσπότην τὸν ἡμέτερον ὡς ἀρίστη πολιτεία. Καθάπερ γὰρ τὸ ἡλιακὸν φῶς ταῖς οἰκείαις ἀκτῖσι καταυγάζει τῶν ὁρώντων τὰς ὄψεις, οὕτω καὶ ἀρετὴ πάντας τοὺς ὁρῶντας ἐπισπωμένη πρὸς τὴν ἑαυτῆς θέαν, εἰς δοξολογίαν κινεῖ τοῦ δεσπότου τοὺς εὖ φρονοῦντας. Πάντα τοίνυν ἅπερ ἂν πράττωμεν, οὕτως αὐτὰ πράττωμεν ὡς εἰς δοξολογίαν κινεῖν ἕκαστον τῶν ὁρώντων· φησὶ γάρ· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.» 6.12 Οἷόν τι λέγω; Κἂν συντυχεῖν τινί ποτε βουληθῇς, μὴ τοὺς ἐν εὐημερίαις καὶ τῇ περιφανείᾳ τῇ κατὰ τὸν κόσμον τυγχάνοντας θεραπεύειν σπούδαζε, ἀλλὰ τοὺς ἐν θλίψεσι, τοὺς ἐν περιστάσεσι, τοὺς ἐν δεσμωτηρίοις, τοὺς πανταχόθεν ἐρήμους καὶ μηδεμιᾶς ἀπολαύοντας παρακλήσεως. Ἐκείνων τὴν συντυχίαν περὶ πολλοῦ ποιοῦ· πολὺ γὰρ ἐξ ἐκείνων δέξῃ τὸ κέρδος καὶ φιλοσοφώτερος μᾶλλον ἔσῃ καὶ εἰς δόξαν Θεοῦ τὸ πᾶν ἐργάσῃ. Κἂν ἐπισκέπτεσθαι δέῃ ὀρφανοὺς καὶ χήρας, καὶ τοὺς ἐν πολλῇ εὐτελείᾳ τυγχάνοντας μᾶλλον προτίμα τῶν ἐν δόξῃ καὶ περιφανείᾳ. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Ἐγώ εἰμι πατὴρ ὀρφανῶν καὶ κριτὴς χηρῶν.» Καὶ πάλιν· «Κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος.» 6.13 Κἂν ἁπλῶς ἐπὶ τῆς ἀγορᾶς παραγενέσθαι βούλῃ, μνημόνευε τῆς ἀποστολικῆς παραινέσεως τῆς λεγούσης· «Εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε»· μὴ εἰς ἀνονήτους καὶ ἐπιβλαβεῖς συνουσίας τὸν καιρὸν ἀνάλισκε, ἀλλὰ πρὸς τὸν τοῦ Θεοῦ οἶκον τὸν δρόμον ποιοῦ ἵν' ὁμοῦ τὸ σῶμα καὶ ἡ ψυχὴ μεγίστην δέξηται τὴν ὠφέλειαν. Κἂν διαλεγώμεθα πρός τινας, μετ' ἐπιεικείας καὶ πολλῆς τῆς πραότητος τοῦτο ποιῶμεν καὶ μὴ ἀνεχώμεθα βιωτικὰς καὶ οὐδὲν ὄφελος ἐχούσας διαλέξεις ἀποτείνειν, ἀλλὰ τοιαῦτα διαλέγεσθαι ἃ καὶ τοῖς ἀκούουσι πολλὴν παρέξει τὴν ὠφέλειαν καὶ ἡμᾶς πάσης μέμψεως ἐλευθερώσει. 6.14 Ταῦτα οὐχ ἁπλῶς ἐκίνησα νῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ' ἵνα μάθητε ὅσης ἡμῖν