32
ἰσχὺν αἰτοῦμαι, οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει· οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι. Πλὴν ὅτι ἐπ' ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.» Οὐ δέομαι, φησὶ, τῆς βοηθείας ὑμῶν, μὴ συγκατάβητέ μοι, μηδὲ, ὡς ἐπιῤῥῶσαι βουλόμενοι, τὰ πρὸς χάριν λαλήσητε, ἀλλ' ἐλέγξατέ με μετὰ παῤῥησίας· οὐ γὰρ δέδοικα ὑμῶν τοὺς ἐλέγχους, οὐδὲ ἐφησυχάσω τῷ λόγῳ, τοῦ συνειδότος μου καθαρεύοντος, ἀλλὰ καὶ πρὸς ἕκαστον ἀντιλέγων ῥῆμα, νικήσειν ἐλπίζω. Πλὴν ἐκεῖνο οἶδα, ὅτι οὕτω με βάλλετε πικροῖς τοῖς ὀνείδεσι, μὴ τὴν συμφορὰν, μὴ τὴν φιλίαν λογιζόμενοι, ὡς ὄντως ἀπορφανισθέντα τῆς τοῦ Θεοῦ βοηθείας· καὶ οὔτε ἡ συμφορὰ, οὔτε ἡ φιλία ὑμᾶς κατέκαμψεν. Ἀλλ' ἐγὼ, κἂν εἰς τὴν ἐναντίαν μοῖραν ἑαυτοὺς τάξητε, οὐ παραιτήσομαι τὸν ἀγῶνα, ἀλλ' ἀντερῶ, καὶ πρὸς ἀπολογίαν χωρήσω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα.
ΚΕΦΑΛ. Ζʹ
«Οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου ἀνθημερινοῦ ἡ ζωὴ αὐτοῦ; ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;» Ἆρα, φησὶν, ὑμῖν οὐ δοκεῖ πειρασμῶν ἐμπεπλῆσθαι καὶ περιστάσεων πάντων ἀνθρώπων ὁ βίος; καὶ ὡς πᾶς ἄνθρωπος ἔοικεν αὐθημερινῷ μισθωτῷ, ὃς δι' ὅλης ἡμέρας κάμνει, ἵνα μικρόν τι κομίσηται; ἢ θεράποντι δεδοικότι τὸν ἑαυτοῦ δεσπότην, καὶ μόλις ποτὲ μικρᾶς ἀναπαύσεως τυγχάνοντι; ἢ ἁπλῶς μισθωτῷ, εἰ καὶ μὴ αὐθημερινῷ, ἵνα μετὰ τοὺς πολλοὺς καμάτους λάβῃ τινὰ μισθόν; ∆ιὰ τούτων οὖν βούλεται δεῖξαι τὸ ἐπίπονον τοῦ βίου καὶ βραχύ· καί φησιν, Ἆρ' οὖν πόνων γέμει μόνον, οὐχὶ δὲ καὶ κινδύνων; ἐμοὶ δὲ δοκεῖ περὶ δραπέτου λέγειν οἰκέτου ἐν ἀγωνίᾳ διαπαντὸς ὄντος 64.597 διὰ τὴν φυγήν· τοῦτο γὰρ ἐμφαίνει· τὸ, τετευχὼς σκιᾶς, τουτέστι, τὰ μὴ παρόντα ὡς παρόντα λογιζόμενος διὰ τὸν φόβον, καὶ ζητῶν σκότος, ὑφ' οὗ καλυφθήσεται. Πλὴν, εἰ πειρατήριον ὁ βίος, πῶς οἷόν τέ ἐστι τὸν ἐν πειρατηρίῳ ὄντα πειρασμῷ μὴ περιπεσεῖν; Ὥστε συμβαίνει μὴ ἀπὸ ἀδικίας μόνης, ἀλλὰ καὶ ἀπ' αὐτῆς τῆς φύσεως ταῦτα παθεῖν, ἅπερ ἐγὼ πέπονθα. «Νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν. Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; ὡς δ' ἂν ἀναστῶ, πάλιν, Πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ.» Εἶδες καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, τὸν καὶ αὐτὸν καινὸν ὄντα, καὶ παράδοξον. Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι, κἂν δεσμωτήριον οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λωβὴν σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ, κἂν πόνοις καὶ ταλαιπωρίαις, ἐπελθοῦσα, ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν. Ἐπὶ δὲ τοῦ Ἰὼβ τότε ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο, ἐν τῇ πᾶσιν ἀνθρώποις παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν· καὶ βαρὺ τὸ παρὸν ἔχων, τοῦ ἀπόντος ἐπεθύμει, ἐπισπεύδων διὰ τὰς ἀλγηδόνας τὰ διαστήματα τοῦ χρόνου παρατρέχειν. ∆ιὸ δὴ καὶ αὐτὸς, τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων, Ἐὰν κοιμηθῶ, λέγω, Πότε ἡμέρα; Ἐὰν ἀναστῶ, λέγω, Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν καμάτων· ἐν νυκτὶ δὲ γενόμενος, καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων, καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν