1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

34

πειραζομένοις, ὥς που καὶ ὁ σοφὸς ἔφησεν Ἐκκλησιαστὴς, Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμῶν. Εἰκὸς δὲ, καὶ τὸν διάβολον φαντάσματά τινα φοβερὰ δεικνύντα, ἐκδειματοῦν αὐτὸν, καὶ ἐκταράττειν καθ' ὕπνους. Ὁ δὲ μακάριος οὗτος οὔπω πληροφορηθεὶς ὡς ἐξῃτήθη ὑπὸ τοῦ διαβόλου, οἴεται τὸν Θεὸν, καὶ ταῦτα, καὶ τὰς βασάνους ἐπιφέρειν αὐτῷ. Ἦν δὲ ἄρα καὶ τοῦτο τῆς διαβόλου ἐνεργείας· οὐδὲν γὰρ αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀλλὰ πάντα τῆς τοῦ διαβόλου χειρὸς ἦν.

ΚΕΦΑΛ. Ηʹ

«Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;» Χρυσοστόμου, Πολυχρονίου καὶ Ὀλυμπιοδώρου. Οὐχ ὁρᾷς, φησὶ, πόση δικαιοσύνη ἐν τῇ κτίσει, πόση εὐταξία; Μὴ ἐνδέχεται τὸν Θεὸν ἄκριτον τὴν κατά τινος ἐξενεγκεῖν ψῆφον; Μὴ ὁ τὰ πάντα ποιήσας εὐκόσμως καὶ ἁρμονίως, καὶ φιλανθρωπίᾳ τὴν ἀρχὴν παραγαγὼν, ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα, καὶ σὲ παρὰ τὸ δίκαιον ἐκάκωσεν; Ἠρέμα οὖν πλήττει τὸν ἅγιον, ὡς κατὰ τὸ δίκαιον, καὶ δι' ἁμαρτίας ὑπομένοντα, τῆς αὐτῆς τῷ φθάσαντι διαλήψεως ὑπάρχων καὶ οὗτος, ὅτι δι' ἁμαρτίας τὰ κακωτικὰ πάντως ἐπιπέμπεται. Ἔδει δὲ λογίζεσθαι, ὅτι τὰ τοιαῦτα οὐ μόνον φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει, ἀδιάφορα γὰρ, καὶ ὅτι θαυμαστότερός ἐστιν ὁ δίκαιος, ὑπομένων θλίψεις καὶ πόνους. Ἐπεὶ δὲ μὴ ἔχειν αὐτὸν ἐλέγξαι ἡμαρτηκότα, εἰς τοὺς υἱοὺς τρέπεται, καί φησιν· «Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναι ἐν εὐδαιμονίᾳ· καὶ ὡς οὐ δυνατὸν εὐθηνίαν 64.604 ἀδίκων κρατύνεσθαι· καὶ ὡς δι' ἁμαρτίας αἱ τιμωρίαι.

ΚΕΦ. Θʹ

«Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Ἐπ' ἀληθείας οἶδα ὅτιοὕτως ἐστίν.» Πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα, Οἶδα, φησὶν, ὅτι οἱ ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί. Ὁρᾷς πῶς οὐδαμῶς καταγινώσκει τοῦ Θεοῦ ἀδικίαν. «Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.» Ταῦτα ἃ προείρηκα, φησὶν, οὐ μεγάλα, οὐκ ἀνεξιχνίαστα, καίπερ ὁρατὰ ὄντα; πόσῳ γε μᾶλλον τὰ ἀόρατα; Ὅρα δὲ, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. Καὶ τί, φησὶ, τὸ καθ' ἕκαστον αὐτῶν λέγω; μεγάλα γάρ εἰσι, καὶ ἀκατάληπτα, καὶ ἀναρίθμητα τοῦ Θεοῦ ἔργα. «Πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς.» Τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ, Σὺ δὲ εἶπας, ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς· τί οὖν θαυμάζεις, εἰ ὅπερ ὁ Θεὸς εἶπε, τοῦτο καὶ οὗτος λέγει, ὅτι διακενῆς, οὐχ ὅτι ἥμαρτεν, ἀλλ' ὅτι οὐδὲν πλέον ἔσται ἀπὸ τῆς τιμωρίας αὐτοῦ, καὶ τοῦ κολάζεσθαι. «Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου. Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἔθος ἦν τοῖς παλαιοῖς, λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς· καὶ τοῦτο δὲ παλαιὸν ἔθος ἦν, ἔνθα ἐβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας, Ἀθῶός εἰμι ἀπὸ τοῦδε τοῦ πράγματος· ὡς καὶ ὁ Πιλάτος ἐπὶ τοῦ Σωτῆρος πεποίηκε· καὶ ὁ ∆αβὶδ ἔψαλλε, Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Τοῦτο οὖν λέγει, ὅτι Ὅπως ἂν ὦ καθαρὸς, οἱ