1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

35

ἀκριβεῖς οὗτοι ἐλεγμοὶ, καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι, ἐκ τῆς προλήψεως, ἐῤῥυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνῦσιν· ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου, δοκεῖν μολυνέσθαι, διὰ πλῆθος ἁμαρτιῶν ἑκάστου ταῦτά με πάσχειν ὑπολαμβάνοντος. Ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους, εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν, τὰ συμβάντα αὐτῷ, προσφέρειν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας, ∆ιατί οὖν οὐκ ἀπέθανον; τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. Ἂν τοῦ ἡλίου δὲ καθαρώτερος γένωμαι, ἔχω κηλίδα, οὐ τὴν τυχοῦσαν. Ἀλλὰ καὶ οἱ οὕτως ἐγγύτατοι, ὡς ἡ στολὴ τῷ σώματι, καὶ αὐτοὶ ἐμίσησάν με, οὐ διὰ τὴν τιμωρίαν, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρὸν, ὡς ἀκάθαρτον, οὕτως ἀπεστράφησάν με. 64.605 Βδελυκτὸν δέ μοι γέγονε καὶ τὸ σῶμα, τοῦτο γὰρ ἡ στολή. ∆ύναται δὲ καὶ οὕτω νοεῖσθαι τὸ Ἐβδελύξατό με ἡ στολή μου, ὅτι φεύγει με καὶ ἡ ἐσθὴς, οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ, Οὐδὲ ἐνδύσασθαι δύναμαι, διὰ τὸ ἄγαν ἡλκῶσθαι.

ΚΕΦ. Ιʹ

«Ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.» Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι, ὡς καλῶς πράττων, ἀλλ' ὅτι ὠφελεῖ με, φησὶν, αὕτη ἡ θλίψις; δέδοικα γὰρ μὴ καὶ βλάψῃ· εἰκὸς γάρ τινας λογίσασθαι, ἢ ὅτι οὐ προνοεῖς τῶν ἀνθρώπων οὓς ἔπλασας, ἢ ὅτι οἱ φαῦλοι μάλιστα παρὰ σοὶ εὐδοκιμοῦσι, καὶ ἀρέσκουσί σοι μάλιστα τὰ τούτων βουλεύματα. «Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Καὶ ἐγὼ οἶδα, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με, καὶ ἀγνοεῖν· ὅταν οὖν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται· ἀλλ' εἰ καὶ μὴ ἠσέβησα τόγε εἰς ἐμὴν γνώμην, οἶδα ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ, Κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλὰ ἡ σὴ κρατείτω βουλὴ, ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.» Χρυσοστ. καὶ Ὀλυμπ. Ἔργον εἰμὶ, φησὶ, τῶν χειρῶν σου, κἂν ἁμαρτωλός. Ὁρᾷς ὡς καὶ ποιητὴν γινώσκει τὸν Θεὸν, καὶ παρακαλεῖ φειδὼ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος. «Μετὰ ταῦτα μεταβαλὼν, μὲ ἔπαισας. [Ἀκύλας δὲ καὶ Θεοδοτίων, Ἅμα κύκλῳ κατεπόντισας με.]» Ἀκολούθως δὲ, καὶ τῆς δημιουργίας, καὶ τῆς προνοίας αὐτὸν ἐπιστάμενος ἀρχηγὸν καὶ κύριον, εἰς εὐχὴν τρέπει τὸν λόγον, ἱκετεύων μνησθῆναι τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου, καὶ ὅτι ἐξ ἀρχῆς τῇ ἀγαθότητι πεποίηκε, καὶ ὀργισθεὶς θανάτῳ ἐζημίωσε, καί φησι. «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; ∆έρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας· ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.» Τὸ σπέρμα ἐξ οὗ συνίσταται τὸ ζῶον, γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα ἀμελχθὲν τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρμα ἀποστάξαν, καὶ συστραφὲν, φύσις γίνεται· κατάστασις δὲ αὕτη ἐστὶ πρώτη τοῦ ἐμβρύου. Τὸ γὰρ καταβληθὲν εἰς τὰς αὔλακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα 64.608 τυρὸς, καὶ παγῇ, γίνεται φύσις, ὅπερ λοιπὸν διαπλάττεται, ἢ, ὡς ἡ Γραφή φησιν, Ἐξεικονίζεται, καὶ δέχεται ὥσπερ χαρακτῆρα· καὶ συμπήγνυται μὲν ἡ ὑγρὰ φύσις, εἰς δὲ δέρμα, καὶ κρέας, ὀστέα τε καὶ νεῦρα μερίζεται τὸ καταβληθέν· ταῦτα μὲν τοιαῦτα καθ' ἑαυτὰ, παρούσης μὲν ψυχῆς, ζωτικὸν ἔχει κίνημα, ἀναχωρησάσης δὲ, ἀργὰ καταλείπεται. Οὐ μόνον δὲ, φησὶ, ζωὴν ἔθου παρ' ἐμοὶ, ὅπερ τὸ τῆς δημιουργίας οἰκεῖον σημαίνει, ἀλλὰ καὶ ἔλεον ἐποίησας μετ' ἐμοῦ, δι' οὗ ἡ προνοητικὴ χάρις δηλοῦται, καὶ παρὰ πάντα τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς· τοῦτο γὰρ τὸ, Ἡ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα, τουτέστι, Καὶ μετὰ τὸ γενέσθαι, τῇ σῇ προνοίᾳ τὸ