1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

36

καταβαλεῖν καὶ πολλὰ ἕτερα ἐπινοῆσαι τὰ δυνάμενα πεῖσαι ἐκεῖνον τὴν ἀπὸ τῆς οἰκείας τέχνης ἐπιστήμην εἰσενεγκεῖν καὶ τῷ πάθει παραμυθίαν εὑρέσθαι. Ἐνταῦθα δὲ οὐδενὸς ἡμῖν τούτων δεῖ, οὐχ ὁδοιπορίας μακρᾶς, οὐ καμάτου, οὐ πολλῆς περιόδου, οὐ δαπάνης χρημάτων, ἀλλ' ἀρκεῖ πίστιν εἰσενεγκόντα γνησίαν καὶ δάκρυα θερμὰ προχέαντα μετὰ νηφούσης ψυχῆς παραχρῆμα καὶ τῇ ψυχῇ τὴν ἰατρείαν εὑρεῖν καὶ τοῦ σώματος τὴν θεραπείαν κομίσασθαι. 7.7 Εἶδες ἰατρῶν δύναμιν; εἶδες φιλοτιμίαν; εἶδες τέχνην οὐ νικωμένην ὑπὸ νοσημάτων; Καὶ γὰρ ἐπὶ τῶν σωματικῶν παθῶν πολλάκις ἐνίκησε τοῦ ἰατροῦ τὴν τέχνην ἡ δυσκολία τῆς νόσου. Ἐνταῦθα δὲ οὐδὲν ἔστι τοιοῦτον ὑποπτεῦσαί ποτε, ἀλλ' ἐὰν μετὰ πίστεως τὴν πρόσοδον ποιώμεθα, παραχρῆμα τὴν ὠφέλειαν καρπούμεθα. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ὁ γὰρ φιλάνθρωπος δεσπότης, ἐπειδὴ δι' αὐτὸν καὶ τὴν εἰς αὐτὸν ὁμολογίαν ἅπαντα ὑπέμειναν καὶ μέχρις αἵματος ἀντικατέστησαν πρὸς τὴν ἁμαρτίαν ἀποδυσάμενοι, βουλόμενος αὐτοὺς καὶ διὰ τούτου λαμπροτέρους ἀποφῆναι καὶ τὴν δόξαν αὐτῶν ἐπὶ πλέον αὐξῆσαι καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ βίῳ, εἰς τιμὴν αὐτῶν τοῖς μετὰ πίστεως προσιοῦσι τὰς δωρεὰς φιλοτιμεῖται. 7.8 Καὶ ὅτι οὐ ῥήματα μόνον εἰσὶ τὰ παρ' ἡμῶν λεγόμενα ἀλλὰ καὶ αὐτὴ μαρτυρεῖ τῶν πραγμάτων ἡ πεῖρα, καὶ ὑμεῖς εὖ οἶδ' ὅτι ἐρεῖτε καὶ μαρτυρήσετε. Ποία γὰρ γυνὴ ἐν ἀποδημίᾳ τὸν ἄνδρα ἔχουσα καὶ δυσχεραίνουσα ἐπὶ τῷ χωρισμῷ, παραγενομένη ἐνταῦθα καὶ διὰ τῶν ἁγίων μαρτύρων τὴν ἱκεσίαν προσαγαγοῦσα τῷ τῶν ὅλων δεσπότῃ, οὐχὶ θᾶττον ἐπανήγαγε τοῦτον ἐκ τῆς μακρᾶς ἀποδημίας; καὶ ἑτέρα πάλιν ὁρῶσα τὸν ἑαυτῆς παῖδα ὑπὸ ἀρρωστίας χαλεπῆς πολιορκούμενον καὶ σπαραττομένη ὥσπερ εἰπεῖν καὶ διακοπτομένη τὰ σπλάγχνα, ἐνταῦθα ἀφικομένη καὶ θερμὰ δάκρυα ἀφεῖσα καὶ διεγείρασα εἰς τὴν ὑπὲρ αὐτῆς δέησιν τοὺς ἁγίους τούτους, τοὺς τοῦ Χριστοῦ λέγω στεφανίτας, οὐκ εὐθέως τὴν νόσον ἀπήλασε καὶ πρὸς ὑγίειαν τὸν ἄρρωστον ἐπανελθεῖν παρεσκεύασε; 7.9 Πολλοὶ δὲ καὶ περιστάσεσι πραγμάτων περιπεπτωκότες καὶ κινδύνους ἀφορήτους αὐτοῖς ὁρῶντες ἐπικρεμαμένους, ἐνταῦθα ἀφικόμενοι καὶ τὴν προσευχὴν ἐκτενῆ ποιησάμενοι, πάντων ἐκείνων τῶν δεινῶν τὴν πεῖραν διέφυγον. Καὶ τί λέγω σωματικὰ νοσήματα καὶ πραγμάτων περιστάσεις; Πολλοὶ καὶ ὑπ' αὐτοῦ τοῦ διαβόλου τυραννούμενοι καὶ ὑπὸ παθῶν ψυχικῶν πολιορκούμενοι, πρὸς τοὺς πνευματικοὺς τούτους ἰατροὺς παραγεγονότες καὶ εἰς μνήμην ἐλθόντες τῶν οἰκείων πλημμελημάτων καὶ τῷ λόγῳ γυμνώσαντες αὐτῶν ὡς εἰπεῖν τὰ ἕλκη, τοσαύτην ἐντεῦθεν ἐδέξαντο τὴν παραμυθίαν ὡς αἴσθησιν εὐθέως λαβεῖν καὶ κουφότερον ἐργάσασθαι αὐτῶν τὸ συνειδὸς καὶ μετὰ πολλῆς τῆς πληροφορίας οἴκαδε ἐπανελθεῖν. 7.10 Καθάπερ γὰρ πηγὰς πνευματικὰς δαψιλῆ τὰ νάματα προχέειν δυναμένας, οὕτω τὰς τῶν ἁγίων μαρτύρων θήκας ὁ δεσπότης ἡμῖν κεχάρισται. Καὶ ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων πᾶσιν ἀδεῶς πρόκεινται τοῖς ἀρύεσθαι βουλομένοις τὰ ἐκεῖθεν νάματα καὶ ὅσον ἂν ὑποδέξασθαι δύνηται τοῦ ἀγγείου τὸ μέγεθος, τοσοῦτον λαβὼν ἄπεισιν ὁ βουλόμενος, τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν πηγῶν τούτων τῶν πνευματικῶν ἔστιν ἰδεῖν. Καὶ αὖται γὰρ αἱ πηγαὶ πᾶσίν εἰσιν ἀνειμέναι καὶ οὐδεμία ἐστὶν ἐνταῦθα προσώπων διαφορά, ἀλλὰ κἂν πλούσιος ᾖ τις κἂν πένης, κἂν δοῦλος κἂν ἐλεύθερος, κἂν ἀνὴρ κἂν γυνή, τοσοῦτον μέτρον ὑποδέχεται ἐκ τῶν θείων τούτων ναμάτων ὅσον ἐὰν μέγεθος προθυμίας εἰσενεγκεῖν σπουδάσῃ. 7.11 Ὅπερ γάρ ἐστιν ἐκεῖ τὰ ἀγγεῖα πρὸς τὴν τῶν ὑδάτων ὑποδοχήν, τοῦτο ἐνταῦθα ἡ διάνοια καὶ ἡ ζέουσα προθυμία καὶ ἡ μετὰ νήψεως πρόσοδος. Ὁ γὰρ οὕτω προσιὼν εὐθέως τὰ μυρία κομίζεται ἀγαθά, τῆς τοῦ Θεοῦ χάριτος ἀοράτως αὐτοῦ κουφιζούσης τὸ συνειδὸς καὶ πολλὴν τὴν πληροφορίαν παρεχομένης καὶ παρασκευαζούσης λοιπὸν τῆς γῆς ἀπαλλάττεσθαι καὶ πρὸς τὸν οὐρανὸν μεθορμίζεσθαι. ∆υνατὸν γὰρ καὶ σώματι περιπεπλεγμένον μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν ἀλλὰ τὰ ἐν τοῖς οὐρανοῖς ἅπαντα φαντάζεσθαι καὶ τὰ ἐκεῖ περισκοπεῖν