36
ζῇν κέκτημαι· καὶ ἁπλῶς, ὅλην τὴν ὁδὸν καὶ ἁρμονίαν τῆς συστάσεως τοῦ σώματος ἀπαγγέλλει, διά τε τῶν πρὸ τούτων, καὶ αὐτῶν προκειμένων.
ΚΕΦ. ΙΑʹ
«Μὴ γὰρ λέγε, ὅτι Καθαρός εἰμι τοῖς ἔργοις, καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.» Καὶ μὴν αὐτὸς εἶπεν, Ἐπ' ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἔναντι Κυρίου. Ὁρᾷς πῶς ἐναντία ἐγκαλοῦσιν.
ΚΕΦ. ΙΒʹ
«Ἀλλὰ δὴ ἐρώτησον τετράποδα, ἐάν σοι εἴπωσι· πετεινὰ δὲ οὐρανοῦ, ἐάν σοι ἀπαγγείλωσιν· ἐκδιήγησαι γῇ, ἐάν σοι φράσῃ, καὶ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης. Τίς οὖν οὐκ ἔγνω ἐν πᾶσι τούτοις, ὅτι χεὶρ Κυρίου ἐποίησε ταῦτα; εἰ μὴ ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ζώντων, καὶ πνεῦμα παντὸς ἀνθρώπου. Οὖς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐπειδὴ μέγα ἐκεῖνοι ἐφρόνουν, ὡς τὴν τοῦ Θεοῦ ἔχοντες γνῶσιν, τούτου χάριν ἀποφαίνεται, ὅτι πᾶσα ἡ κτίσις οἶδε τὸν δημιουργὸν, καὶ οὐκ ἀνθρώποις τοῦτο δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις, καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ. Τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εἰρηκότες, οὕτω διάκεισθε; ∆εῖ γὰρ πάντως τὸν πονηρὸν ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ. Πρὸς πλείονα δὲ ἐντροπὴν τοῦ Σωφὰρ, ὑπερβολικῶς εἶπεν, Ἐπερώτησον τὰ ἄλογα καὶ ἄψυχα, ἃ καὶ αὐτὰ διηγεῖται δόξαν Θεοῦ, τῷ φαίνεσθαι οὕτω φθέγγεσθαι, κἂν μὴ λαλῶσι· τῆς γοῦν τοῦ Θεοῦ δυνάμεως ἐπαισθάνονται, κἂν φωνὴν λάβωσιν, ἐροῦσιν, ὅτι δημιουργός ἐστι τῶν ὅλων Θεὸς, καὶ τὴν σοφίαν ἀνέφικτος, καὶ τῶν πονηρῶν τιμωρὸς, καὶ ὅτι ὑπὸ τὴν χεῖρα αὐτοῦ πάντα ἐστὶ, καὶ ἡ ζωὴ τῶν ζώντων, καὶ ὁ θάνατος, καὶ ἑτοίμως ἔχει ποιεῖν, ὃ ἂν περὶ ἑκάστου βουλεύσηται, καὶ πάντα συνέχει καὶ διακρατεῖ, τήν τε ψυχὴν τῶν ἀλόγων, καὶ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Εἰ τοίνυν τὰ ἄλογα, εἰ ἐφθέγξατο, οὕτως ἂν ἀπήγγειλε περὶ Θεοῦ, πόσῳ γε μᾶλλον ὁ ἄνθρωπος, ὁ ἔμφυτον 64.609 ἔχων τὸ λογικὸν, ὥσπερ ἀμέλει καὶ ὁ λάρυγξ διακριτικός ἐστι τῶν γευστῶν, καὶ τὸ οὖς τῶν φωνῶν. Τινὰ δὲ τῶν ἀντιγράφων, ἀντὶ τοῦ, οὖς, νοῦν, ἔχουσι· λέγει οὖν, ὅτι ὥσπερ λάρυγγα ἐπὶ διακρίσει βρωμάτων ἅπαντες ἔχομεν, καὶ κοινὸν ἀνθρώπων, τὸ τῆς τροφῆς μεταλαμβάνειν· οὕτω καὶ νοῦν εἰς γνῶσιν Θεοῦ εἰλήφαμεν, δυνάμενον εἰδέναι τὰ περὶ τῆς αὐτοῦ σοφίας καὶ δυνάμεως· νοῦς μὲν γὰρ νοητὰ, αἴσθησις δὲ τὰ αἰσθητὰ διακρίνει· καὶ κοινὸν ἡμῖν τὸ καὶ δημιουργὸν εἰδέναι τὸν τῶν ὅλων Θεόν. «Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ πολλῷ βίῳ ἐπιστήμη.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. Μὴ γὰρ νομίζητε, φησὶ, τὸ πᾶν εὑρηκέναι· εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ' ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν· ὁ γὰρ φρόνιμος παλαιούμενος προσκόπτει τῇ σοφίᾳ. Καὶ τάχα τοῦτο θέλει εἰπεῖν, ὅτι Καὶ οἶδα ἃ ἀκούω, καὶ χρόνον εἰς ἐπιστήμην προσέλαβον. Ἀκύλας δὲ καὶ Σύμμαχος, ὁ μὲν, Ἐν παλαιοῖς σοφία· ὁ δὲ, ἐν μακροχρονήσασιν, ἐξέδωκε, παρὰ ἀνθρώποις πόνῳ ἀνυομένη, καὶ χρόνῳ ἐγγινομένη, παρὰ δὲ Θεῷ, θελήσει. «Ἐὰν καταβάλῃ, τίς οἰκοδομήσει; ἐὰν κλείσῃ κατ' ἀνθρώπων, τίς ἀνοίξει;» Ἠρέμα δὲ ὁ δίκαιος τὸν περὶ Προνοίας λόγον διδάσκει τοὺς ἀντιλέγοντας αὐτῷ· εἰ γὰρ καὶ ἐτίθεντο Πρόνοιαν, ἀλλάγε ἐναντιώμασι περιέπιπτον. Λέγει δὲ, ὅτι τῷ βουλεύματι αὐτοῦ τίς ἀνθέστηκεν; ἔστι γοῦν τὸν μὲν εὑρεῖν πενόμενον, τὸν δὲ ἐν περιστάσει, τὸν δὲ νόσῳ πεπιεσμένον, καὶ ὅλως, ἐν διαφόροις συμπτώμασι