1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

38

τὴν παρ' ἡμῶν τιμὴν καὶ μὴ δεόμενοι, ἵν' ἡμεῖς τὴν παρ' αὐτῶν εὐλογίαν καρπώσασθαι δυνηθῶμεν. 7.18 Καὶ ἵνα μάθῃς ὅπως ὑπερεῖδον πάντων τῶν ἐν τῷ παρόντι βίῳ ἵνα δυνηθῶσιν ἐπιτυχεῖν τῶν ἀθανάτων ἐκείνων ἀγαθῶν, ἐννόει μοι, ἀγαπητέ, τῷ λογισμῷ ὅτι ὁρῶντες τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν τύραννον πῦρ πνέοντα καὶ θήγοντα τοὺς ὀδόντας καὶ λέοντος σφοδρότερον τὴν μανίαν ἐπιδεικνύμενον καὶ πῦρ καὶ τήγανα καὶ λέβητας ὑποκαιομένους παρασκευάζοντα καὶ πάντα ποιοῦντα ὥστε περιγενέσθαι καὶ καταπαλαῖσαι αὐτῶν τὸν λογισμόν, καταλιπόντες οὗτοι τὰ ἐπὶ τῆς γῆς ἅπαντα, τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν βασιλέα τῶν οὐρανῶν ἐθεώρουν καὶ τῶν ἀγγέλων τὸν δῆμον παρεστῶτα καὶ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ ἐφαντάζοντο. 7.19 Καὶ τὸ φρόνημα ἐκεῖ μεταστήσαντες, οὐδενὶ τῶν ὁρωμένων λοιπὸν ἐπεστρέφοντο· ἀλλὰ καὶ τῶν δημίων τὰς χεῖρας ὁρῶντες καταξαινούσας αὐτῶν τὰς σάρκας καὶ τὸ πῦρ τοῦτο τὸ αἰσθητὸν βλέποντες ἀναπτόμενον καὶ τοὺς ἄνθρακας ἐκπηδῶντας, αὐτοὶ τὸ τῆς γεέννης πῦρ ἑαυτοῖς ὑπέγραφον καὶ οὕτω τὸν λογισμὸν αὐτῶν νευρώσαντες ἥλλοντο λοιπὸν ὡς εἰπεῖν πρὸς τὰ δεινά, οὐ τὴν παροῦσαν ὀδύνην τὴν ἐγγινομένην τῷ σώματι λογιζόμενοι ἀλλὰ πρὸς τὴν διηνεκῆ ἀνάπαυσιν σπεύδοντες. Καὶ κατὰ τὴν παραίνεσιν τοῦ μακαρίου τούτου τὰ ἄνω φρονοῦντες, διετέλουν οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Καὶ οὐδὲν τῶν ὁρωμένων κατεπλήττοντο, ἀλλὰ πάντα παρέτρεχον ὡς ὄναρ καὶ σκιὰν αὐτὰ ἡγούμενοι, διὰ τὸ πτερωθῆναι αὐτῶν τὸν λογισμὸν τῇ τῶν μελλόντων ἐπιθυμίᾳ. 7.20 ∆ιά τοι τοῦτο καὶ ὁ μακάριος οὗτος εἰδὼς τῆς τοιαύτης συμβουλῆς τὴν ἰσχὺν ἔλεγε· «Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.» Ὅρα διδασκάλου σύνεσιν, ποῦ ἀνήγαγεν ἀθρόον τοὺς αὐτῷ πειθομένους. Πάντας γὰρ διατεμὼν ἀγγέλους, ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, πάσας τὰς ἀοράτους ἐκείνας δυνάμεις, τὰ χερουβίμ, τὰ σεραφίμ, παρ' αὐτὸν τὸν θρόνον τὸν βασιλικὸν ἔστησε τῶν πιστῶν τὰ φρονήματα· καὶ τοὺς ἐπὶ τῆς γῆς βαδίζοντας διὰ τῆς οἰκείας διδασκαλίας ἔπεισε μὲν ἀπαλλάττεσθαι τῶν συνδέσμων τοῦ σώματος, ἵπτασθαι δὲ καὶ παρ' αὐτὸν ἑστάναι τῇ διανοίᾳ τὸν τῶν ὅλων κύριον. 7.21 Καὶ ἵνα μὴ νομίσωσι πάλιν οἱ ταῦτα ἀκούοντες ὑπερβαίνειν αὐτοὺς τὴν συμβουλὴν καὶ ἀδύνατα εἶναι τὰ ἐπιτάγματα καὶ ὑπὲρ τὴν ἀνθρωπίνην δύναμιν εἶναι τὸ τοιοῦτον φρόνημα ἀναλαβεῖν, εἰπών· «Τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς», ἐπήγαγεν· «Ἀπεθάνετε γάρ.» Ὢ ψυχῆς πεπυρωμένης καὶ πολὺν ἐχούσης τὸν πόθον περὶ τὸν Θεόν. «Ἀπεθάνετε γάρ, φησί», μονονουχὶ λέγων· Τί κοινὸν ἔχετε πρὸς τὸν παρόντα βίον λοιπόν; Τί κεχήνατε πρὸς τὰ τῆς γῆς πράγματα; Ἀπεθάνετε, τουτέστι νεκροὶ γεγόνατε τῇ ἁμαρτίᾳ, καθάπαξ ἀπετάξασθε τῇ παρούσῃ ζωῇ. 7.22 Εἶτα ἵνα μὴ θορυβηθῶσιν ἀκούοντες ἀπεθάνετε, ταχέως ἐπήγαγε· «καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.» Ἡ ζωή, φησίν, ἡ ὑμετέρα νῦν οὐ φαίνεται, κέκρυπται γάρ· μὴ τοίνυν ὡς ζῶντες οὕτως ἐνεργεῖτε πρὸς τὰ τοῦ παρόντος βίου πράγματα, ἀλλ' ὡσανεὶ ἀποθανόντες καὶ νεκροὶ ὄντες οὕτω διάκεισθε. Εἰπὲ γάρ μοι, μὴ ἔστι τὸν ἀποθάνοντα κατὰ τὸν βίον τοῦτον ἐνεργεῖν τι λοιπὸν εἰς τὰ παρόντα πράγματα; Οὐδαμῶς. Οὕτω, φησί, καὶ ὑμᾶς ἀποθανόντας καθάπαξ καὶ νεκρωθέντας τῇ ἁμαρτίᾳ διὰ τοῦ βαπτίσματος, ἀκόλουθον μηδὲν κοινὸν ἔχειν πρὸς τὰ τῆς σαρκὸς πάθη καὶ τὰ ἐπὶ τῆς γῆς πράγματα. «Ὁ παλαιὸς γὰρ ἡμῶν ἄνθρωπος, φησί, συνεσταυρώθη καὶ ἐτάφη διὰ τοῦ βαπτίσματος.» Μηδὲν τοίνυν τῶν ἐπὶ τῆς γῆς διαπράττεσθε μηδὲ ὡς ζῶντες ἐν τοῖς παροῦσι πράγμασιν ἐνεργεῖτε. Ἡ γὰρ ζωὴ ἡ ὑμετέρα νῦν μὲν κέκρυπται καὶ ἄδηλός ἐστι τοῖς ἀπίστοις, ἔσται δὲ καιρὸς ὅτε φανερὰ γενήσεται. Νῦν οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· ἀποθανόντες τοίνυν καθάπαξ μὴ θελήσητε τὰ ἐπὶ τῆς γῆς φρονεῖν. Τὸ γὰρ τῆς ἀρετῆς ὑμῶν μέγεθος οὕτω μάλιστα διαδείκνυται ὅταν τὸ φρόνημα τῆς σαρκὸς καταγωνισάμενοι ὡσανεὶ νεκροὶ τῷ βίῳ γεγενημένοι οὕτω διάκεισθε πρὸς ἅπαντα τὰ βιωτικά. 7.23 Ἀκουέτωσαν ταῦτα καὶ οἱ