1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

40

τῆς κακίης, 1357 Θυμὸν ἐρευγομένη, γυμνὸν κακὸν, ὅς τε μάλιστα Λάβρος ἐπιζείων, ἐκ νοὸς ἄνδρα φέρει, Ἣ δολερὸν κεύθουσα ἐνὶ στήθεσσι νόημα, Λεῖα δ' ἄρ' ἐξ ἁπαλοῦ φθεγγομένη στόματος. Εἴθε δὲ ἦν τι θύρετρον ἐπ' ὀφθαλμοῖσιν ἐμοῖσιν, Οὔασί τ' οὐκ ἀγαθῶς πάντοσε πεπταμένοις, Ὡς τὸ μὲν ἐσθλὸν ὁρᾷν τε καὶ εἰσαΐοντα δέχεσθαι, Κλείεσθαι δὲ κακοῖς ἀμφότερ' αὐτομάτως. Χειρῶν τ' ἔργον ἄριστον ἐς οὐρανὸν αἰὲν ἀείρειν Ἁγνὰς, καὶ παρέχειν οὐρανίοισι νόμοις. Ὣς δὲ ποδῶν ἰέναι λείην ὁδὸν, οὐκ ἐπ' ἀκάνθας, Οὐδὲ κατὰ σκοπέλων, καὶ τρίβον οὐχ ὁσίην. Νῦν δὲ Θεὸς μὲν ἔδωκεν ἅπαν μέλος ἐσθλὸν ἐπ' ἐσθλοῖς, Εὕρατο δ' ἡ κακίη ὅπλον ἐμοὶ θανάτου. 1358 Τίς νόμος οὗτος ἐμοί; πῶς δέσμιός εἰμ' ἐπὶ γαίης Σαρκός; πῶς δ' ἐλαφρῷ πνεύματι σῶμα μίγη, Οὔθ' ὅλος εἰμὶ νόος, καθαρὴ φύσις, οὔτε χερείων Χοῦς ὅλος, ἐκ δ' ἀμφοῖν ἄλλο τι κἀμφότερον. Τοὔνεκα καὶ πολέμοιο φέρω κλόνον αἰὲν ἄπαυστον, Σαρκὸς καὶ ψυχῆς ἀντικαθεζομένων. Εἰκών εἰμι Θεοῖο, καὶ ἕλκομαι ἐς κακότητα, Κρείσσονι μαρναμένου χείρονος οὐχ ὁσίως· Ἢ φεύγω κακότητα, καὶ ἵσταμαι, οὐκ ἀμογητὶ, Πολλὰ διαθλήσας χειρὶ σὺν οὐρανίῃ. Ἔστι γὰρ, ἔστιν ἐμοὶ διπλοῦς νόμος· ὧν ὁ μὲν ἐσθλὸς, Ἑσπόμενός τε καλῷ· αὐτὰρ ὁ χειρότερος, Ἑσπόμενός τε κακοῖσιν· ὁ μὲν νόος ἐστὶν ἕτοιμος Πείθεσθαι Χριστῷ, πρὸς φάος ἐρχόμενος· 1359 Ἄλλος δ' αὖ σαρκός τε καὶ αἵματος, ἔστι δὲ πρόφρωνν ∆έχνυσθαι Βελίαν, πρὸς ζόφον ἑλκόμενος. Ἤτοι ὁ μὲν χθονίοισιν ἰαίνεται, ὥσπερ ἐπ' ἐσθλοῖς, Τοῖς οὐχ ἱσταμένοις, ἀλλὰ παριπταμένοις. Καὶ φιλέει κώμους τε καὶ ἔχθεα, καὶ κόρον αἰνὸν, Ἔργων τε σκοτίων αἴσχεα, κερδοσύνας. Εὐρείην δ' ὁδὸν εἶσιν, ἑῷ δ' ἐπιτέρπετ' ὀλέθρῳ, Ἀφροσύνης δνοφερὴν ἀχλὺν ἐφεσσάμενος. Αὐτὰρ ὅγ' οὐρανίοισιν ἀγάλλεται, ὡς παρεοῦσι Τοῖς ἐλπιζομένοις, καὶ Θεὸν οἶον ἔχει Ἐλπωρὴν βιότοιο· τὰ δ' ἐνθάδε καπνὸν ἄτιμον, Ἄλλοθ' ὑπ' ἀλλοίῃ κείμενα συντυχίῃ. Καὶ φιλέει πενίην τε καὶ ἄχθεα, καὶ μελεδῶνας Ἐσθλὰς, καὶ στεινὴν εἶσιν ὁδὸν βιότου. Μαρναμένοισι δὲ τοῖσιν ἐπίσκοπον ἦλθεν ἄνωθεν 1360 Πνεῦμα Θεοῦ μεγάλου, καὶ νοῒ δῶκε χέρα, Σώματος ἀργαλέοιο λύον κλόνον, ἠδὲ κελαινῶν Εὐνάζον παθέων οἶδμ' ἐπανιστάμενον. Ἡ δὲ καὶ ὣς λυσσῆεν ἔχει μένος, οὐδ' ἀπολήγει Σὰρξ πολέμου, κλίνει δ' ἔνθα καὶ ἔνθα μάχη. Ἄλλοτε μέν τε νόῳ χοῦς δάμναται· ἄλλοτε δ' αὖτε Σαρκὶ νοὸς κρατερῇ ἕσπεται οὐκ ἐθέλων. Ἀλλὰ τὸ μὲν ποθέει, τό γε βέλτερον· ὃ στυγέει δὲ, Ἕρδων, δουλοσύνην μύρεται ἀργαλέην, Πατρός τ' ἀρχεγόνοιο πλάνην, καὶ μητρὸς ἀλιτρὴν Πάρφασιν, ἡμετέρης μητέρα μαργοσύνης, Καὶ σκολιοῖο δράκοντος ἀτάσθαλον αἱμοβόροιο Ψεῦδος, ὃς ἀνθρώπων τέρπεται ἀμπλακίαις, Καὶ ξύλον, ἠδὲ φυτοῖο βροτῶν δηλήμονα καρπὸν, Γεῦσίν τ' οὐλομένην, καὶ θανάτοιο πύλας, 1361 Γύμνωσιν μελέων τε παναίσχεα, καὶ παραδείσου Ἠδὲ φυτοῦ ζωῆς ῥίψιν ἀτιμοτάτην. Ταῦτα νόος κάμνων ὀλοφύρεται. Ἡ δέ νύ μοι σὰρξ ∆έρκεται ἐς προγόνους, καὶ φυτὸν ἀνδροφόνον, Πᾶσάν τε γλυκερὴν ἀσπάζεται αἰὲν ἐδωδὴν, Ἣν ὀλοὸς σαίνων δείκνυσι πικρὸς ὄφις. Ἦ μὲν καὶ γοάω, καὶ εὐχωλῇσιν ἄνακτα, Ὃς πάντων κρατέει, καὶ ζυγὰ πᾶσι φέρει, Λίσσομ' ὑπὲρ ψυχῆς καὶ σώματος, ἀμφοτέροισιν Εὐμενέως δικάσαι, καὶ πόλεμον σκεδάσαι, Κρείσσονι, ᾗ θέμις ἐστὶν, ὑποκλίναντα χέρειον· Τοῦτο γὰρ οὐκ ὀλίγῳ λώϊον ἀμφοτέροις· Μὴ χοῒ βριθομένην ψυχὴν ἐπὶ γαῖαν ὁδεύειν, Ὥστε μολυβδαίνην ἐς βυθὸν ἑλκομένην, 1362 Πνεύματι δὲ πτερόεντι καὶ εἰκόνι χοῦν ὑποεῖξαι, Ὡς κηροῖο πυρὶ τηκομένης κακίης. Τοιάδε λισσόμενος καὶ φάρμακα σαρκὶ παχείῃ Πολλὰ φέρω, χαλεπὴν νοῦσον ἄφαρ σκεδάω. Καὶ μένος, οἷά τε θηρὸς ἀπιστοτάτοιο, κραταιοῖς ∆εσμοῖσιν κατέχω, οἶδμα κακὸν τρομέων. Γαστέρι κλεῖθρα τίθημι, δυσαλθέϊ θυμὸν ἀνίῃ ∆άπτω, καὶ δακρύων ἐκπροχέω λιβάδας. Κάμπτω γούνατ' Ἄνακτι τετρυμμένα, νύκτας ἀΰπνους Ἕλκω, καὶ ῥυπόω πένθιμον ἔσθος ἔχων. Ἄλλων εἰλαπίναι τε, χοροστασίαι τε, γέλως τε, Καὶ κῶμοι, χλοερῆς παίγνιά θ' ἡλικίης. Ἄλλοι δ' αὖτ' ἀλόχοις τε καὶ υἱέεσσι γάνυνται,