1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

40

δάκρυα, διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησε. Γίνεται δὲ τὸ στάζειν ἔναντι Κυρίου τὰ δάκρυα τοῖς μακαρίως κλαίουσιν.

ΚΕΦΑΛ. ΙΘʹ

«Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει· Ἕως τίνος ἔγκοπονποιήσητε ψυχήν μου;» Ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ, καὶ συμμαχοῦντας, καὶ καθαιροῦντας τοῦ δικαίου τὴν ἰσχύν· ἐπάγει γάρ· «Καὶ καθαιρεῖτέ με λόγοις;» Ἀντὶ τοῦ, Καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας, καὶ πολεμίων δίκην ἀντὶ βελῶν τοὺς λόγους πέμπετε, ἄχρις οὗ τῆς ψυχῆς τὴν ἔνστασιν ἐκλύσαντες, ἄδικον ἀπενέγκησθε τὴν νίκην· οὐκ ἤρκεσε τὰ παρελθόντα, ἀλλὰ καὶ νῦν οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, τὰ αὐτὰ φθέγγεσθε. «Γείτονες οἰκίας, θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.» Πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. Οἱ περιλειφθέντες αὐτῷ οἰκείων, χαλεπωτέραν εἰργάσαντο τὴν συμφορὰν τῶν ἀπελθόντων· ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπὸν, οὗτοι δὲ καὶ ὠνείδιζον, καὶ παρήκουον, καὶ κατ' αὐτοῦ ἐλάλουν, καὶ τὰ λοιπὰ ἔπραττον ἅπερ ἐπάγει· «Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.» Φευκτὸς, φησὶν, ὑπὸ τῶν πρώην συνομιλούντων γέγονα, καὶ πολεμίους ἔσχον τοὺς πρώην ἀγαπῶντας· οἵ τε γὰρ συνόμιλοί μου προϊόντα βλέποντες, καὶ τῆς αὐτῶν δεόμενον παραμυθίας, ὥσπερ ἀποτρόπαιον ἔφυγον· οἵ τε ᾠκειωμένοι πρότερον, καὶ τῆς παρ' ἐμοῦ ἐπικουρίας δεόμενοι, καὶ μέντοι καὶ εὐεργετηθέντες παρ' ἐμοῦ, διέθεσάν μοι κακά. Τοιοῦτόν τι καὶ ∆αβὶδ ψάλλει· Ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. «Ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;» Ἰδοὺ γὰρ ἐγράφη, οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον ἢ ᾔτησεν· ἐκεῖνα μὲν γὰρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσε, ταῦτα δὲ μειζόνως ἐγράφη. «Ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.» Εἴθε, φησὶν, ἀναστήσαι ὁ Θεὸς τὸ δέρμα μου τὸ ὑπομεῖναν ταῦτα. ∆όγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν, ὅτι τὸ σῶμα τὸ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους, αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ συναπολαύσῃ· διὰ τοῦτο εἶπε, τὸ 64.621 ἀναντλοῦν ταῦτα. Οὐ γὰρ δίκαιον, ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. Ἄρα ᾔδει περὶ ἀναστάσεως, ἐμοὶ δοκεῖ, καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγει ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. Καλῶς δὲ αἰτίαν εὔλογον τίθησι τῆς μεταβολῆς. Αὐτὸς, φησὶν, ἔπληξεν, αὐτὸς καὶ ἰάσεται, καὶ ὁ τοῖς δεινοῖς περιβαλὼν, αὐτὸς καὶ καθαρὸν τῶν παθῶν ἀναδείξει καὶ τουτὶ τὸ δύστηνον σῶμα· ὀψὲ γοῦν ποτε τῆς πολυπαθείας ἀπαλλάξας, ἐκεχειρίαν τῶν ἐπικειμένων παράσχοι πόνων. Ὁ μέντοι Θεοδοτίων ἐκδοὺς, Ὁ ἀγχιστεύς μου ζῇ, καὶ ἔσχατον ἐπὶ χώματος ἀναστήσει, πείθει συνάπτειν τοὺς δύο στίχους, καὶ οὕτως ἀναγινώσκειν· Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα. Ὁ δὲ νοῦς οὗτος· Ἀθάνατός ἐστιν ὁ Θεὸς, οὗ γένος ἐσμέν· ἐμὲ δὲ εἰς γῆν ἀναλύσας διὰ θανάτου, πάλιν ἐκ γῆς ἐγερεῖ διὰ τῆς ἀναστάσεως· ἢ καὶ τῆς νόσου ἐκλύσας, τουτέστιν, ἐλευθερώσας, πάλιν ἀνακαινίσει τὸ δέρμα μου τὸ τοῖς ἰχῶρσι διαφθαρέν· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἀποκτείνει καὶ ζωοποιεῖ. ∆ιὸ ἐπάγει·

ΚΕΦΑΛ. Κʹ