1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

41

«Εὐφροσύνη δὲ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια.» Εἰ δὲ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον, καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; «Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας.» Καὶ ἀπὸ τούτου μέντοι δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγὴ, ὅτι οἱ χείρους κατακρατοῦσι τῶν μειζόνων, καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπεῤῥιμμένοι. Ἀντί γε μὴν τοῦ, Πυρσεύσαισαν ὀδύνας, ὁ μὲν Ἀκύλας, ἐπιστρέψουσιν, εἶπεν· ὁ δὲ Σύμμαχος, ἐποίσουσιν.

ΚΕΦΑΛ. ΚΑʹ

«∆ιατί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ, καὶ ἐν πλούτῳ;» Τοιοῦτόν τι καὶ ∆αβὶδ ψάλλει· Ἰδοὺ οὗ τοιοὶ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Καὶ νῦν ὁ Ἰὼβ, Οὐ τούτῳ μόνῳ, φησὶ, θαυμάσαι χρὴ, ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβὰς, ἀλλ' ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρονας αὐτοὺς ποιεῖ.

ΚΕΦΑΛ. ΚΒʹ

«Ἢ λόγον σου ποιούμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;» Οὕτως ἐστὶ φιλάνθρωπος, ὥστε καὶ κρίνων ἡμᾶς ἐπιτρέπει λέγειν πρὸς αὐτὸν, ὡς μεθ' ἡμῶν κρινόμενον, περὶ ὧν βουλόμεθα. Φησὶ γοῦν ἐν Ἡσαΐᾳ· ∆εῦτε, καὶ διελεγχθῶμεν· Τὸ δὲ, διελεγχθῶμεν, 64.624 τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐξελέγξαι, ὡς μὴ τὰ δέοντα πεποιηκότα, λέγε· Κἀγὼ ὅ τί ποτε ἔχω ἐρῶν, πείσω σε καταδικάζων σε ἄξιον εἶναι τοῦ καταδικασθῆναι.

ΚΕΦΑΛ. ΚΓʹ «Τίς δ' ἄρα γνοίη, ὅτι εὕροιμι αὐτὸν, καὶ ἔλθοιμι εἰς τέλος; [Ὁ δὲ Σύμμαχος, Ἕως

τῆς ἕδρας αὐτοῦ.] Εἴποιμι δὲ ἐμαυτοῦ κρῖμα· [Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος, Προσθήσω ἔμπροσθεν αὐτοῦ κρίσιν.] Τὸ δὲ στόμα μου ἐμπλῆσαι ἐλέγχων, γνοίην δὲ ἰάματα ἅ μοι ἐρεῖ. [Ὁ δὲ Σύμμαχος, Ῥήματα.] Αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ, καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι. [Ὁ Σύμμαχος, ∆ιαδικάζεταί μοι.] Εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. [Ὁ Σύμμαχος, Μόνον αὐτὸς μὴ ἐπιτιθέσθω μοι.] Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρῖμά μου.» Τὸ μὲν ἐκ τοῦ λόγου συναγόμενον τοῦτό ἐστι· Τίς ἄρα μοι δῴη τὸν Θεὸν ἀκούοντά μου, καὶ ἀποκρινόμενόν μοι; ἐδικαίωσε γὰρ ἄν με. Τὰ δὲ κατὰ μέρος· Εἴθε ἦν, φησὶν, εὑρεῖν τὸν Θεόν· εἴθε ἦν ἄχρι τοῦ θείου θρόνου ἐλθεῖν, καὶ παραστῆναι, καὶ ἐντυχεῖν αὐτῷ, καὶ δικάσασθαι, καὶ τὴν ἐκεῖθεν ἀπόφασιν δέξασθαι· εἴθε παρὰ τὸ θεῖον ἐκεῖνο βῆμα γεγονὼς, ἀπωλοφυράμην πάντα τὰ κατ' ἐμὲ ἃ πέπονθα, εἴποιμι δὲ καὶ τὰ ἐμοὶ βεβιωμένα· ἵνα ἐπ' αὐτοῦ λέγων, ἅ τε ἔπραξα, καὶ ἃ πέπονθα, τῇ πείρᾳ μάθω ποίαν ἐκφέρει τὴν κρίσιν, καὶ τί πρὸς ταῦτα λέγει ἴαμα τῆς ἐμῆς ἀπορίας· καὶ πότερον ἰσχυρῶς ἐπεξέρχεταί με σφοδρότερον τιμωρούμενος, ἢ ἀνίησι τῆς ἀπειλῆς. Εἰ γὰρ καὶ πολλῇ ἰσχύϊ χρήσεταί μοι, καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα ὅτι ἀλήθεια παρ' αὐτοῦ ἐστι, καὶ ἀπροσωπολήπτως τοὺς ἐλέγχους, τουτέστι, τὰς κρίσεις ἐξάγει· καὶ πέπεισμαι, εἴγε τούτῳ ἐνέτυχον, ὡς τὴν νικῶσαν ἂν καθ' ὑμῶν ἔλαβον ψῆφον· τὸ γὰρ, Εἰς τέλος, ἀντὶ τοῦ, τετελειωμένην, λέγει· παρ' Ἑβραίοις γὰρ τὸ τέλος, καὶ ἡ νίκη, διὰ μιᾶς σημαίνεται λέξεως· διὸ ἔν τισι τῶν ψαλμῶν, ἀντὶ τοῦ, Εἰς τέλος, Τῷ