42
Ἡ δ' ἱερῶν τοκέων ἱερὸν φυτὸν, εὐαγέος τε Ῥίζης, καὶ πτόρθων μητέρος εὐαγέων, Οὐδὲν ἀτιμοτέρη προτέρων, αἳ Χριστὸν ἄνακτα ∆έξαντ', ἠδὲ τάφου λεῦσσαν ἀνεγρόμενον· Βαιὸν μὲν πνείοντες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, Πλείονα δὲ ζωῆς μοῖραν ἔχοντες ἄνω. Τοῖς μὲν ἐγὼν ἁπαλὴν πλάσθην φρένα, καὶ νεόπηκτος Οἷα τυρὸς, ταλάρου λάμβανον αἶψα τύπον. Καί ποτέ μοι κνώσσοντι παρίστατο τοῖος ὄνειρος, Ἕλκων ῥηϊδίως ἐς πόθον ἀφθορίης. ∆οιαί μοι δοκέεσκον ἐν εἵμασιν ἀργυρέοισι Στράπτειν παρθενικαὶ πλησίον ἱστάμεναι, Ἄμφω μὲν καλαὶ, καὶ ὁμήλικες· ἀμφοτέραις δὲ 1370 Κόσμος ἀκοσμίη, κάλλος ὃ θηλυτέραις. Οὐ χρυσὸς δειρὴν κατεκόσμεεν, οὐδ' ὑάκινθος, Οὐδ' εἶχον σηρῶν νήματα λεπταλέα, Οὐδὲ λίνου μαλακοῖο περιῤῥεθέεσσι χιτῶνας, Οὐ γραπτοῖς βλεφάροις ὄμμ' ὑπολαμπόμενον, Οὐδ' ὅσα τεχνήεντες ἐπ' εἴδεσι θηλυτεράων Ἄνδρες ἐμήσαντο φάρμακα μαχλοσύνης· Οὐ ξανθαὶ πλοκαμῖδες ὑπὲρ νώτοιο χυθεῖσαι Παῖζον ἅμα πνοιαῖς εὐκραέων ἀνέμων. Ζώνῃ μὲν τῇσίν γε καλὸς ἐσφίγγετο πέπλος, Ἄχρι καὶ ἀστραγάλων ἐς πόδας ἑλκόμενος· Κρηδέμνῳ δ' ἐφύπερθε καρήατα ἠδὲ παρειὰς Κρυψάμεναι, κατὰ γῆς ἑσταότ' ὄμματ' ἔχον. Αἰδόος ἀμφοτέρῃσιν ἐπέπρεπε καλὸν ἔρευθος, Ὅσσον ἐϋννήτων φαίνεθ' ὑπ' ἐκ φαρέων. 1371 Σιγῇ δ' ἀμφοτέρῃσι μεμυκότα χείλεα κεῖτο, Οἷόν τε δροσεραῖς ἐν καλύκεσσι ῥόδον. Τὰς μὲν ἐγὼν ὁρόων, μέγ' ἐγήθεον. Ἦ γὰρ ἔφασκον Κρείσσονας ἡμερίων ἔμμεναι οὐκ ὀλίγον. Αἱ δέ με καὶ φιλέεσκον, ἐπεί σφισι θυμὸν ἰάνθην, Χείλεσιν, υἷα φίλον ὡς ἀγαπαζόμεναι· Καί μοι ἐειρομένῳ τίνες ἢ πόθεν εἰσὶ γυναῖκες, Ἡ μὲν ἁγνείαν ἔφη, ἡ δὲ σαοφροσύνην, Αἳ Χριστῷ βασιλῆϊ παρασταδὸν ἑστηκυῖαι, Κάλλεσιν οὐρανίων τερπόμεθ' ἀζυγέων. Ἀλλ' ἄγε δεῦρο, τέκος, μίξον τεὸν ἡμετέρῃσι Καὶ πραπίδεσσι νόον, καὶ δαΐσιν δαΐδα, Ὄφρα σε παμφανόωντα δι' αἰθέρος ὑψιφέρουσαι, Στήσωμεν Τριάδος πὰρ σέλας ἀθανάτου. 1372 Ὣς φάμεναι φορέοντο δι' αἰθέρος. Ὄμμα δ' ἐμεῖο Ἕσπετ' ἀφιπταμέναις. Χ' αἱ μὲν ὄνειρος ἔσαν, ∆ηθὰ δ' ἐμὴ κραδίη σεμνοῖς ἰνδάλμασι νυκτὸς Τέρπετο, καὶ φαενῆς εἰκόσιν ἀφθορίης. Ἄρτι μοι ἐς φρένα μῦθος ἀγείρετο, εὖτε νόημα Ἐσθλῶν ἠδὲ κακῶν πήγνυται ἀτρεκέως. Καὶ νόος ἡγεμόνευε πόθου, καὶ κάλλος ἀμυδρὸν Ὄψιος ἐννυχίης φαίνετ' ἀριπρεπέως. Ὡς δ' ὅτε καρφαλέην καλάμην σπινθὴρ ἀΐδηλος Ἔνδοθι βοσκόμενος, λάμπεται ἐξαπίνης, Φλὸξ ὀλίγη τοπρῶτον, ἔπειτα δὲ πυρσὸς ἀέρθη Ἄσπετος, ὣς καὶ ἐγὼ φάσματι δαιόμενος Ὦχ' ὑπέλαμπον ἔρωτα, σέλας δέ τε πᾶσι φαάνθη, Οὐκέτ' ἐνὶ ψυχῆς βένθεσι κρυπτόμενον. 1373 Πρῶτα μὲν εὐσεβέεσσιν ὁμίλεον, οἵ ῥα γάμοιο ∆εσμὰ φύγον, κόσμου λυόμενοι χθονίου, Ὡς Χριστῷ πτερόεντες ἅμ' ἕσπωνται βασιλῆϊ, Ἔνθεν ἀπορνύμενοι κύδεϊ σὺν μεγάλῳ. Τοὺς μὲν ἐγὼ φιλέων τε καὶ ἀμφιέπων περὶ κῆρι, Ἐλπίδος ἡγεμόνας εἶχον ἐπουρανίης· Αὐτὰρ ἔπειτα γάμοιο βαρὺν ζυγὸν ἐκτὸς ἔθηκα, Ὑψηλὴν ποθέων μοῖραν ἀειθαλέων. Καὶ γὰρ δὴ φύσιες μὲν, ὅσαι λάχον οὐρανὸν εὐρὺν Ἀζυγέες, παθέων κρείσσονες ἀργαλέων. Αἰγλήεις πρώτιστα Θεὸς μέγας· ὣς δὲ Θεοῖο Λάτριες ὑψιθρόνου πλησίον ἑσταότες· Οἳ πρώτην ἀκτῖνα Θεοῦ καθαροῖο φέροντες, 1374 Παμφαέες, θνητοῖς φῶτα χαριζόμενοι. Ὅσσοι δ' ἐκ ψυχῆς καὶ σώματος εἰς ἓν ἄγερθεν, Καὶ δυάς εἰσι, χοὸς ἔκγονα μαρναμένου, Συζυγίην ποθέουσι, καὶ ἐς δέμας εἰσὶν ἑτοῖμοι Σπείρειν. Ἀλλ' ὁ Λόγος κρείσσονα μοῖραν ἄγων, Σαρκὸς νόσφιν ἔθηκε, πλάνου δ' ἀποέργαθε κόσμου, Ζωῆς δ' ἀθανάτων θῆκ' ἀδέτοιο πέλας. Ἔνθα μ' ἔπεμπε πόθος μεγαλήτορα, οὐδ' ἐπὶ γαίης Ἤρειδον χθαμαλῆς ἴχνιον ἀδρανέον. Ἀλλ' ὥστε γλυκεροῖο γεγευμένος ἠὲ γάλακτος, Ἢ μέλιτος, σταθερῆς κεῖθι χοροστασίης, Οὐκ ἔθελον πικρῆς μοι ἐδητύος ἆσσον ἱκέσθαι, Θυμοβόρου κακίης ἐνθάδε τικτομένης. 1375 Οὐδέ τί μοι θαλίαι τε καὶ ἃ νεότητι μέμηλεν, Οὐκ ἔσθος μαλακὸν, οὐδὲ χλιδῶσα κόμη, Οὐκ αἰσχρῶν ἐπέων ἄχαρις χάρις, οὐδὲ γέλωτες Ἀκρατέες, σαρκὸς βράσματα δυσμενέος Ἕσκε φίλα. Σκοπέλους δὲ, καὶ οὔρεα, καὶ χρεμέθοντας