42
παρακατατιθέμενον, ποτὲ δὲ τὸ τῆς διδασκαλίας ἄροτρον μεταχειρίζοντα καὶ εἰς τὰς τῶν μαθητευομένων ψυχὰς τὸν σπόρον τῶν θείων μαθημάτων ἐναποτιθέμενον. 8.4 Μὴ τοίνυν πρὸς τὸ σχῆμα ἁπλῶς ὁρῶντες καὶ τῆς γλώττης τὴν διάλεξιν παρατρέχωμεν αὐτῶν τὴν ἀρετήν, ἀλλ' ἀκριβῶς αὐτῶν καταμάθωμεν τὸν βίον τὸν ἀγγελικόν, τὴν φιλόσοφον διαγωγήν. Πᾶσα γὰρ τρυφὴ καὶ ἀδηφαγία παρὰ τούτοις ἀπελήλαται· οὐ μόνον δὲ ταῦτα ἀλλὰ καὶ ἡ λοιπὴ βλακεία ἡ ἐν ταῖς πόλεσι πολιτευομένη καὶ τοσαῦτα μόνον σιτοῦνται ὅσα πρὸς τὴν τῆς ζωῆς σύστασιν αὐτοῖς ἀρκέσαι δύναται, καὶ τὸν λοιπὸν ἅπαντα χρόνον ἐν ὕμνοις καὶ διηνεκέσιν εὐχαῖς τὴν ἑαυτῶν ἀπασχολοῦσι διάνοιαν καὶ ἐν τούτῳ τὴν ἀγγελικὴν διαγωγὴν μιμούμενοι. 8.5 Καθάπερ γὰρ ἐκείναις ταῖς ἀσωμάτοις δυνάμεσιν ἓν τοῦτο μόνον ἔργον ἐστὶ τὸ διὰ παντὸς ὑμνεῖν τὸν τῶν ὅλων δημιουργόν, τὸν αὐτὸν δὴ τρόπον καὶ οἱ θαυμάσιοι οὗτοι ἄνδρες καὶ τοῦ σώματος τὴν χρείαν παραμυθοῦνται διὰ τὸ σαρκὶ συμπεπλέχθαι, καὶ τὸν ἄλλον ἅπαντα χρόνον τοῖς ὕμνοις καὶ ταῖς εὐχαῖς προσανέχουσι, πολλὰ χαίρειν εἰπόντες ταῖς βιωτικαῖς φαντασίαις καὶ διὰ τῆς ἀρίστης αὐτῶν πολιτείας τοὺς ὑπηκόους εἰς τὴν οἰκείαν μίμησιν ἐναγαγεῖν σπουδάζουσι. Τίς ἂν οὖν κατ' ἀξίαν τούτους μακαρίσειεν ὅτι τῆς ἔξωθεν παιδεύσεως μὴ μετέχοντες τὴν ἀληθῆ σοφίαν ἐπαιδεύθησαν, δεικνύντες ἐκεῖνο τὸ ἀποστολικὸν διὰ τῶν ἔργων πληρούμενον· «ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν.» 8.6 Ὅταν γὰρ ἴδῃς τὸν ἰδιώτην τοῦτον καὶ ἄγροικον καὶ μηδὲν εἰδότα πλέον ἢ τὰ κατὰ τὴν γεωργίαν καὶ τὴν τῆς γῆς ἐπιμέλειαν τῶν μὲν παρόντων οὐδένα ποιούμενον λόγον, πρὸς δὲ τὰ ἐν τοῖς οὐρανοῖς ἀποκείμενα ἀγαθὰ ἐπτερωμένον τὴν διάνοιαν καὶ φιλοσοφεῖν ἐπιστάμενον περὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν καὶ ταῦτα μετὰ ἀκριβείας εἰδότα ἅπερ οἱ φιλόσοφοι καὶ μέγα ἐπὶ τῷ πώγωνι καὶ τῇ βακτηρίᾳ φρονοῦντες οὐδὲ φαντασθῆναί ποτε ἠδυνήθησαν, πῶς οὐκ ἐναργῆ λήψῃ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν; Πόθεν γάρ, εἰπέ μοι, ἄλλοθεν τούτοις ἡ τοσαύτη τῆς ἀρετῆς φιλοσοφία καὶ τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν ἀλλὰ τὰ ἄδηλα καὶ ἀφανῆ καὶ τὰ ἐν ἐλπίσι τῶν φαινομένων καὶ ἐν χερσὶ ὄντων προτιθέναι; Τοῦτο γάρ ἐστι πίστις ὅταν τις τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα κἂν μὴ φαίνηται τούτοις τοῖς τοῦ σωμάτος ὀφθαλμοῖς, ἀξιοπιστότερα ἡγῆται τῶν φαινομένων καὶ πρὸ τῶν ὀφθαλμῶν κειμένων τῶν ἡμετέρων. 8.7 Οὕτως οἱ δίκαιοι πάντες εὐδοκίμησαν καὶ τῶν ἀπορρήτων ἐκείνων ἀγαθῶν ἠξιώθησαν. Οὕτως ὁ πατριάρχης Ἀβραὰμ ἀνεκηρύχθη παρὰ τοῦ δεσπότου, τὴν ἀσθένειαν τῆς ἀνθρωπίνης φύσεως παραδραμὼν καὶ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγειλαμένου πᾶσαν αὐτοῦ τείνας τὴν διάνοιαν. ∆ιὸ καὶ ἀνακηρύττεται ὑπὸ τῆς θείας γραφῆς· «Ἐπίστευσε γάρ, φησίν, Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» ∆ιὰ τοῦτο καὶ ἐκ προοιμίων ἀκούσας· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», μετὰ πολλῆς τῆς προθυμίας ὑπήκουσε καὶ τὸ ἐπιταχθὲν εἰς ἔργον ἤγαγε καὶ κατελίμπανε μὲν τὴν οἰκείαν γῆν ἔνθα κατασκηνώσας ἐτύγχανεν, ἐξείη δὲ οὐκ εἰδὼς ὅπου στήσεται. Ἀλλὰ τῶν δήλων καὶ ὡμολογημένων προετίμα τὸ κελευσθὲν παρὰ τοῦ δεσπότου καὶ οὐ μόνον οὐ περιεργάζετο τὸ πρόσταγμα οὐδὲ ἐταράττετο τὸν λογισμόν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τοῦ κελεύσαντος ἀφορῶν, πάντα τὰ ἀνθρώπινα κωλύματα παραδραμών, ἑνὸς ἦν μόνου τοῦ μηδὲν ἐλλιπεῖν τῶν προσταχθέντων. 8.8 Ταῦτα δὲ ἐγίνετο οὐ διὰ τὸν δίκαιον μόνον ἵνα δειχθῇ αὐτοῦ τῆς πίστεως τὸ μέγεθος, ἀλλ' ἵνα καὶ ἡμεῖς ζηλωταὶ γενώμεθα τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ εἶδεν αὐτοῦ τὴν εὐγνώμονα ψυχήν, διὰ τοῦτο καθάπερ φωστῆρα λανθάνοντα καὶ κεκρυμμένον ἐβουλήθη εἰς τὴν Χαναναίαν αὐτὸν μεταστῆσαι ἵνα τοὺς αὐτόθι πλανωμένους καὶ ὑπὸ τοῦ τῆς ἀγνοίας σκότους ἔτι πεπηρωμένην ἔχοντας τὴν διάνοιαν, εἰς τὸν τῆς εὐσεβείας χειραγωγήσῃ λόγον. Ὃ δὴ καὶ γέγονε καὶ δι' ἐκείνου λοιπὸν οὐχ οἱ τὴν Παλαιστίνην μόνον οἰκοῦντες