1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

42

νικοποιῷ, ἐπιγράφεται. Ἤθελον οὖν, φησὶ, μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν ὁ Θεὸς, καὶ εἰ ἔμελλέ με ὁμοίως κολάζειν. Ταῦτα δὲ λέγει, οὐχ ὡς καταγινώσκων τοῦ Θεοῦ ἀδικίαν, ἀλλ' ὡς φίλους ἐλέγχων, οὐχ ὑγιῆ τὴν περὶ αὐτοῦ ὑπόληψιν ἔχοντας. Ὁρᾷς πῶς ἐπέτυχεν οὗπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ, καὶ θείας ἔτυχεν ὁμιλίας καὶ ἀποκρίσεως. «Εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὁ γὰρ αὐτὸς ἠθέλησε, καὶ ἐποίησεν.» Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἀεὶ ἐσπούδασα ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; Ἃ μὲν γὰρ ἐμαυτῷ σύνοιδα, ταῦτά ἐστι· κρα 64.625 τείτω δὲ ὅμως τὸ τῷ Θεῷ δοκοῦν, καὶ μηδεὶς τοῖς αὐτοῦ κρίμασιν ἀντιπιπτέτω. Εἰ γὰρ καὶ δικαιοπραγοῦντά με κατέκρινε, καὶ ταῦτά με παθεῖν ἐδοκίμασε, τίς ἂν ἀντειπεῖν ἔχοι; ἦ πάντως οὐδείς· συντρέχουσαν γὰρ ἔχει τῇ θελήσει τὴν δύναμιν, καὶ τὸ δόξαν αὐτῷ γίνεται. Μὴ ἀπαίτει με λόγους τῆς θείας προνοίας· ἓν οἶδα, ὅτι οὐδὲν ἐμαυτῷ σύνοιδα· εἰ δὲ ἐν δεινοῖς ἐξετάζομαι, οὐκ ἀνακρίνω τὴν τοῦ Θεοῦ οἰκονομίαν, ἀλλὰ τὸν λόγον ἀγνοῶν, φημὶ, ὅτι ὃ ἠθέλησεν ἐποίησε, καὶ κάτω κύπτων προσκυνῶ, μηδὲν πλέον περιεργαζόμενος. «Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ, κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.» Οὐχ ἥμαρτον, φησί· καὶ τί τοῦτο; Οὐ γὰρ μόνον δι' ἁμαρτήματα ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τούτων χωρίς. «Κύριος δὲ ἐμαλάκυνε τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέ με· οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψε γνόφος.» Οὐ γὰρ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, Πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.

ΚΕΦΑΛ. ΚΕʹ «Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει· Τί γὰρ προοίμιον ἢ φόβος παρ'

αὐτοῦ;» Ἐντεῦθεν ἄρξομαι, φησὶ, τοῦ λόγου, καὶ προοιμιάσομαι. Πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδεὶς ὃς δυνήσεται τὴν χεῖρα ἐκείνην διαφυγεῖν. Πρός γε μὴν εἰρηκέναι τὸν Ἰώβ· Τίς γὰρ ἂν γνοίη ὅτι πορεύσομαι πρὸς αὐτόν; φησὶν, ὅτι πρὸ πάντων καὶ τὸ μνησθῆναι Θεοῦ φοβερόν. «Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός;» Ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν· Ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· καὶ, ὅτι Εἰ καὶ μὴ ἥμαρτον, ἀλλ' ὅμως κολάζομαι· πρὸς τοῦτο πάλιν οὗτός φησιν, ὅτι Οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις, οὐδὲ καθαρὸς καθόλου, ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.

ΚΕΦΑΛ. ΚΣΤʹ

«Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει· Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ

ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστι;» Οὐδὲ ἐγὼ, φησὶν, ἐγκαλῶ, ὅτι τοῦ Θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει· οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν· καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ Θεοῦ 64.628 λόγον εἰπεῖν, καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. Ταῦτα πρὸς ἐκεῖνον σκωπτικῶς εἰρηκὼς, ὡς καινότερον θέλοντα φαίνεσθαι τοῦ Θεοῦ συνήγορον, περὶ οὗ πάντες διάληψιν ὡς σοφοῦ καὶ δυνατοῦ ἔχουσι, τρέπει τὸν λόγον ἐπὶ τὴν τοῦ Θεοῦ δύναμιν, δεικνὺς ὡς ἄμεινον αὐτὸν τὰ περὶ τῆς ἰσχύος δοξάζει τοῦ Θεοῦ, καί φησιν·