43
ἀλλὰ καὶ οἱ τὴν Αἴγυπτον ἐμάνθανον καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν καὶ τοῦ δικαίου τὴν ἀρετήν. Ὅρα γὰρ αὐτοῦ τῆς μεγαλοψυχίας τὴν ὑπερβολήν, ὅπως πτερωθεὶς ὑπὸ τοῦ περὶ τὸν Θεὸν πόθου οὐ μέχρι τῶν ὁρωμένων ἵστατο οὐδὲ τοῖς ἐπαγγελθεῖσι μόνον προσεῖχεν, ἀλλὰ τὰ μέλλοντα ἐφαντάζετο. Καὶ τοῦ Θεοῦ γῆν ἀντὶ γῆς ἐπαγγειλαμένου καὶ εἰπόντος· «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω», αὐτὸς καταλιπὼν τὰ αἰσθητὰ τῶν νοητῶν ἠφίετο. 8.9 Τάχα αἴνιγμα ὑμῖν εἶναι δοκεῖ τὸ εἰρημένον; Ἀλλὰ μὴ θορυβηθῆτε· ἐγὼ τὴν ἀπόδειξιν ἐπάγω ἵνα μάθητε ὅπως ὁ δίκαιος αἰσθητῶν ἐπαγγελίαν δεξάμενος περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν εἶχε. Πόθεν οὖν τοῦτο ἀκριβῶς εἰσόμεθα; Ἀκούσωμεν αὐτοῦ λέγοντος, μᾶλλον δὲ τοῦ μακαρίου Παύλου, τοῦ τῆς οἰκουμένης διδασκάλου, τοῦ μετὰ ἀκριβείας ταῦτα ἅπαντα ἐπισταμένου, περὶ αὐτοῦ λέγοντος, οὐ περὶ αὐτοῦ δὲ μόνον ἀλλὰ καὶ περὶ τῶν δικαίων πάντων. Μνημονεῦσαι γάρ ποτε βουλόμενος τοῦ καταλόγου τῶν δικαίων οἷον τοῦ Ἀβραάμ, τοῦ Ἰσαάκ, τοῦ Ἰακώβ φησι· «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγελίας ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς.» 8.10 Τί λέγεις, ὦ μακάριε Παῦλε; Οὐκ ἔλαβον τὰς ἐπαγγελίας; Οὐ τὴν Παλαιστίνην πᾶσαν κατέσχον; Οὐ κύριοι τῆς γῆς γεγόνασι; Ναί, φησί· τὴν μὲν Παλαιστίνην εἰλήφασι καὶ τῆς γῆς τὴν κατάσχεσιν, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς περὶ ἕτερα τὴν ἐπιθυμίαν εἶχον. Ἐπήγαγεν οὖν λέγων· «Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον ἀφ' ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.» Εἶδες αὐτῶν τὸν πόθον; Εἶδες αὐτῶν τὴν ἐπιθυμίαν; Εἶδες πῶς τοῦ Θεοῦ πανταχοῦ αἰσθητὰ ἐπαγγελομένου καὶ περὶ γῆς διαλεγομένου, οὗτοι ἐκείνην ἐζήτουν τὴν πατρίδα καὶ ἐκείνης ὀρέγοντο τῆς ἐπουρανίου; ∆ιὰ γὰρ τοῦτο προσέθηκεν· «Ἧς τεχνίτης ἐστὶ καὶ δημιουργὸς ὁ Θεός.» Εἶδες πῶς τῶν νοητῶν ἐπεθύμουν καὶ ἐκεῖνα ἐφαντάζοντο τὰ μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς φαινόμενα ἀλλὰ τῇ πίστει νοούμενα; 8.11 Ἀλλ' ἐνταῦθα θορυβεῖται μου ἡ διάνοια καὶ συγχεῖται ὁ λογισμός, ὅταν ἐννοήσω ὅτι ἀπεναντίας πᾶσι τούτοις ἡμεῖς ἐρχόμεθα. Καθάπερ γὰρ οἱ δίκαιοι οὗτοι αἰσθητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ νοητὰ τὴν ἐπιθυμίαν ἔσχον, οὕτως ἡμεῖς νοητῶν ἐπαγγελίαν δεξάμενοι περὶ τὰ αἰσθητὰ ἐπτοήμεθα καὶ οὐκ ἀκούομεν τοῦ μακαρίου Παύλου λέγοντος· «Τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» Καὶ πάλιν ἀλλαχοῦ δηλῶν ὅτι τοιαῦτά ἐστι τὰ ἡτοιμασμένα τοῖς ἀγαπῶσιν αὐτὸν λέγει· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.» Ἡμεῖς δὲ καὶ μετὰ ταῦτα ἅπαντα περὶ τὰ παρόντα κεχήναμεν, τὸν πλοῦτον λέγω καὶ τὴν δόξαν τοῦ παρόντος βίου, τὴν τρυφήν, τὰς τιμὰς τὰς παρὰ τῶν ἀνθρώπων· ταῦτα γὰρ δοκεῖ εἶναι τὰ λαμπρὰ τοῦ παρόντος βίου. ∆οκεῖ, εἶπον, ἐπειδὴ σκιᾶς καὶ ὀνειράτων οὐδὲν διενήνοχε. 8.12 Καὶ γὰρ ὁ πλοῦτος αὐτὸς οὐδὲ μέχρι τῆς ἑσπέρας πολλάκις παρέμεινε τοῖς αὐτὸν κατέχειν οἰομένοις, ἀλλὰ καθάπερ δραπέτης ἀγνώμων ἀπὸ τούτου πρὸς ἕτερον μεθίσταται, καὶ γυμνοὺς καὶ ἐρήμους ἀφίησι τοὺς μετὰ πολλῆς τῆς σπουδῆς αὐτὸν περιέποντας· ὅτι δὲ καὶ κινδύνοις πολλάκις περιέβαλεν ἀφορήτοις τοὺς πολλὴν περὶ αὐτὸν τὴν ἐπιθυμίαν ἔχοντας αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκαλος ἅπασι καθέστηκε. Τοιοῦτόν τί ἐστι καὶ ἡ δόξα ἡ ἀνθρωπίνη; ὁ γὰρ σήμερον λαμπρὸς καὶ ἐπίσημος παρὰ πᾶσι φαινόμενος ἀθρόον ἄτιμος γίνεται καὶ πᾶσιν εὐκαταφρόνητος. 8.13 Τί οὖν τούτων γένοιτ' ἂν οὐδαμινέστερον, τῶν πρὶν ἢ φανῆναι λέγω ἀφιπταμένων, τῶν οὐδέποτε ἱσταμένων ἀλλ' οὕτω ταχέως παρατρεχόντων τοὺς περὶ ταῦτα ἐπτοημένους; Καθάπερ γὰρ τὸν τροχὸν οὐδέποτε ἔστιν ἰδεῖν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μένοντα μέρους ἀλλὰ διηνεκῶς στρεφόμενον καὶ ἄνω καὶ κάτω περιαγόμενον, οὕτω καὶ ἐπὶ τῶν πραγμάτων ἔστιν ἰδεῖν. Ὀξύρροπος γὰρ τῶν ἀνθρωπίνων πραγμάτων ἡ μεταβολὴ