44
∆αυῒδ μεγάλης λύσατο ἀμπλακίης; 1381 Τίς χθαμαλὴν θρήνοισιν ἰδὼν ἐσάωσε Νινευΐ; Τίς δ' ἐπὶ παιδὶ βάλεν δάκρυον ὁπλοτέρῳ; Τίς χαίρων καθαροῖσιν, ἑκὰς βάλεν οὐδὲ τελώνας; Τίς πρόβατόν τ' ὤμοις ἄνθετο πλαζόμενον; Τίς λεπροὺς ἐκάθηρε, πικρὰς δ' ἀποέργαθε νούσους, Σώμασι καὶ ψυχαῖς ἐσθλὰ χαριζόμενος; Σεῖο, Μάκαρ, τάδε δῶρα, βροτῶν φάος. Ἀλλ' ἐπιβαίης Οἴδματος ἡμετέρου, καὶ σάλος αἶψα πέσοι.
ΜΖʹ. Ἐπιτίμησις κατὰ τοῦ ἀλόγου τῆς ψυχῆς. Ἔμπουσα, μαινὰς, ὦ τάλαινα καρδία, Ἔμπουσα, μαινὰς, ποῖ φέρῃ ταῖς ἡδοναῖς, Περιβλέπουσα πανταχοῦ τὰ πλησίον; Οὐ σωφρονήσεις; οὐ κατεργάσῃ τὸ πῦρ 1382 Ἐκκαῖον ἐν σοὶ τὰς ὀρέξεις τὰς νόθους; Οὐ ζωπυρήσεις τὸ λογικὸν, τὸ γνήσιον, Προσλαμβάνουσα σύμμαχον τὸν θυμικόν; Ψυχὴ, τί πάσχεις; τί φρονεῖς παρ' ἀξίαν; Οὐκ οἶδας ὡς εἴληχας ἡνιοχεῖν μόνη, Ὥσπερ τρίπωλον ἅρμα τῶν ἐζευγμένων Ἵππων ἀνίσων τυγχανόντων τῇ φύσει; Εἷς εὐγενὴς, ἄτακτος εἷς, ἥμερος δὲ εἷς· Κ' ἢν μέν ποτε δώσεις τῷ θράσει τὰς ἡνίας, Σκιρτᾷ, παλαίει, συνταράττει τὸν δρόμον, Ὁρμῶν ἀβούλως, προσλαβὼν δὲ τὸν μέσον, Αὐτῷ μεταπείθει συμπνέειν, τὸν δ' εὐγενῆ Ὡς αἰχμάλωτον δουλαγωγήσας ἄγει, Σύρων ἄκοντα καὶ στένοντα τὴν πλάνην· 1383 Χωρεῖ δ' ἀτάκτως ἀλογωτάτῃ φορᾷ, Κάτω φερόμενος, ὡς κατὰ κρημνοῦ, βίᾳ· Κ' οὐδὲν προμηθεῖτ', οὐδ' ἀνακόπτει δρόμον, Ἕως ἂν ἐγκύρσειε ταῖς ᾅδου πύλαις, Φθείρων ἑαυτὸν, καὶ σὲ τὴν παναθλίαν. Εἰ δὲ φρονοίης σῇ φύσει ἀνηλόγως, Τῷ δ' εὐγενεῖ χαίρουσα πώλῳ τὸν δρόμον Ἅπαντ' ἐπιτρέψειας, ὡς εὖ εἶδέ τι Βαίνειν ἐκείνην τὴν πορείαν τὴν ἄνω· Μέσῳ τ' ἐπιπλήξειας, ὥστε δεικνύειν Τὸ θυμοειδὲς εἰς δέον, καὶ συντρέχειν Τῷ νοῦν ἔχοντι· τὸν δ' ἄτακτον εὐτόνως Κέντροις δαμάσσοις, οὐκ ἐῶσ' ἀφηνίαν. Τότ' εὐχερὴς, εὔρυθμος ἔσται σοι δρόμος, Γαληνιῶν, ἄλυπος, ἐλπίδος γέμων. 1384 Ὁ δ' ἂρ λογισμὸς, ὥσπερ ἵππος εὐγενὴς, Νικᾷ, τὸ νικᾷν τῇ φύσει κεκτημένος, Ἀεὶ προβαίνων, ἀτρέμας νεύων ἄνω, Τὰ τῇδε πάντα δυσχερῆ παρατρέχων· Οὐδ' ἐνδίδωσιν ἄχρι θείας λήξεως, Σώζων ἑαυτὸν καὶ σὲ τὴν εὐδαίμονα.
ΜΗʹ. Εἰς τὸν ἀποθανόντα τῷ κόσμῳ. Ζῶ καὶ τέθνηκα. Τὶς σοφὸς συγκρινέτω. Ψυχῇ τέθνηκα· σὰρξ δέ μοι σθένειν θέλει. Ψυχὴ βιῴη· σὰρξ δέ μοι τεθνηκέτω.
ΜΘʹ. Θρῆνος. Ὤμοι ἐγὼν, ὅτι δή με πρὸς οὐρανὸν ἠδὲ Θεοῖο Χῶρον ἐπειγόμενον, σῶμα τόδ' ἀμφὶς ἔχει! 1385 Οὐδέ πη ἔκβασίς ἐστι πολυπλανέος βιότοιο, Καὶ στυγερῆς κακίης, ἥ μ' ἐπέδησε κάτω, Πάντοθεν ἀπροφάτοισι περικτυπέουσα μερίμναις, Βοσκομέναις ψυχῆς κάλλεα καὶ χάριτας. Ἀλλά με λῦσον, Ἄναξ, λῦσον χθονίων ἀπὸ δεσμῶν, Καί με χοροστασίην τάξον ἐς οὐρανίην.
Νʹ. Κατὰ τοῦ πονηροῦ εἰς τὴν νόσον. Ἤλυθες αὖθις ἔμοιγε, δολοπλόκε ὡς ἐνοήθης, Βένθος ἐμῆς κραδίης ἔνδοθι βοσκόμενος, Καὶ πολλοῖς κρατεροῖς τε τινάγμασι τοῦδε βίοιο, Εἰκόνα τὴν ἱερὴν γνὺξ βαλέειν ποθέων· Σαρξὶν ἐρισθενέεσσιν ἐνήλαο, καί μ' ἐδάϊξας Εἰς πόδας ἐκ κεφαλῆς, ῥεύματι δεσμὰ λύσας 1386 Τῷ ξηρὴν ἐδίηνε Θεὸς φύσιν, ὡς ἐκέρασσε Τῇ ψυχρῇ λιαρὴν κοσμογόνῳ σοφίῃ, Ὥς κεν ἰσοστασίη δέμας ἄρτιον ἅμα φυλάσσοι, Τὴν δὲ διχοστασίην καὶ βιότοιο φύγω. Ἤλυθες ἀνδροφόνοισι νοήμασιν, ἐς δ' ἐμὲ, τλῆμον, Σῆς δνοφερῆς κακίης ἰὸν ἔχευσας ὅλον. Οὐχ ἅλις ἦεν ἔμοιγε βαρύστονα γήραος ἕλκειν Ἄλγεα, καὶ σκοπέλων ἄχθεα τρινακρίων· Ἀλλά με καὶ στυγερὴ κατεδάσσατο δάπτρια νοῦσος, Τηκεδανὴ μελέων, εἰς ἔτος ἐξ ἔτεος. Τοῖσιν ἐπαιάζω, καὶ στείνομαι, ὡς ὅτε τις λὶς Ἄλκιμος,