1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

45

Καὶ ἐπειδὰν καιρὸς συνάξεως καλῇ, πάντων προτιμάσθω τὰ πνευματικὰ καὶ ἡ ἐνταῦθα συνέλευσις, ἵνα καὶ τὰ ἐν χερσὶν ἡμῖν μετὰ ἀσφαλείας οἰκονομῆται. 8.19 Ἐὰν γὰρ ταῦτα ἡμῖν ᾗ προηγούμενα, ἐν ἐκείνοις οὐδένα ἕξομεν πόνον, τοῦ φιλανθρώπου Θεοῦ πολλὴν ἡμῖν τὴν εὐμάρειαν ἐν αὐτοῖς παρέχοντος· ἐὰν δὲ τῶν πνευματικῶν ἀμελοῦντες περὶ ἐκεῖνα μόνα σπουδάζωμεν καὶ τῆς ψυχῆς οὐδένα ποιούμενοι λόγον περὶ τὰ βιωτικὰ διηνεκῶς στρεφώμεθα, καὶ τούτων ὑπομενοῦμεν τὴν ζημίαν καὶ ἐν ἐκείνοις οὐδὲν πλέον ἕξομεν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, παρακαλῶ, ἀλλ' εἰδότες τοῦ δεσπότου τοῦ ἡμετέρου τὴν ἀγαθότητα αὐτῷ πάντα παραχωρῶμεν καὶ μὴ κατατείνωμεν ἑαυτοὺς ταῖς βιωτικαῖς φροντίσιν. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγῶν διὰ τὴν οἰκείαν φιλανθρωπίαν, πολλῷ μᾶλλον τὴν λοιπὴν ἅπασαν ἡμῖν παρέξει πρόνοιαν· «Οἶδε γάρ, φησίν, ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.» 8.20 ∆ιά τοι τοῦτο βούλεται ἡμᾶς πάσης τοιαύτης ἀπηλλάχθαι φροντίδος καὶ περὶ τὰ πνευματικὰ ἅπασαν ἔχειν τὴν σχολήν. Ζήτει γὰρ σύ, φησί, τὰ πνευματικὰ κἀγώ σοι μετὰ δαψιλείας παρέξω πάντα τὰ σωματικά. Ἐντεῦθεν καὶ οἱ δίκαιοι πάντες εὐδοκίμησαν. Ἀπὸ γὰρ τῆς τούτων ἀρετῆς καὶ ὁ λόγος ἡμῖν οὗτος εἰς μέσον ἤχθη· ἐλέγομεν γὰρ ὅτι αἰσθητῶν ἐπαγγελίαν ἐκεῖνοι δεξάμενοι πραγμάτων τὰ νοητὰ ἐπεζήτουν· ἡμεῖς δὲ ἀπεναντίας ἐκείνοις πράττομεν καὶ νοητῶν ἐπαγγελίαν ἔχοντες περὶ τὰ αἰσθητὰ κεχήναμεν. 8.21 ∆ιά τοι τοῦτο, παρακαλῶ, κἂν νῦν γοῦν ἡμεῖς οἱ ἐν τῇ χάριτι, ἐκείνους μιμησώμεθα τοὺς οἴκοθεν καὶ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας πρὸς τοσοῦτον ἀρετῆς ὕψος φθάσαι δυνηθέντας, καὶ πᾶσαν τὴν σπουδὴν μεταθῶμεν ἐπὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ ἐναλλάξωμεν ἡμῶν τὰς φροντίδας καὶ καταμερίσωμεν τὴν μέριμναν καὶ τῆς μὲν ψυχῆς αὐτοὶ τὴν ἐπιμέλειαν ἀναδεξώμεθα, ἐπειδὴ τοῦτό ἐστι τὸ κυριώτερον ἐν ἡμῖν· τοῦ δὲ σώματος ἅπασαν τὴν φροντίδα καὶ τὴν μέριμναν τῷ κοινῷ πάντων δεσπότῃ παραχωρῶμεν. 8.22 Καὶ τοῦτο γὰρ τῆς αὐτοῦ σοφίας καὶ τῆς ἀφάτου φιλανθρωπίας τεκμήριον μέγιστον ὅτι τοῦ μείζονος ἐν ἡμῖν, τῆς ψυχῆς λέγω, τὴν ἐπιμέλειαν ἡμῖν ἐνεχείρισε διδάσκων ἡμᾶς δι' αὐτῶν τῶν πραγμάτων ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο καὶ ἐφ' ἡμῖν εἶναι κατέλιπε καὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ καὶ τὸ τὴν ἀρετὴν ἑλέσθαι καὶ τὸ πρὸς τὴν κακίαν αὐτομολῆσαι· τῶν δὲ σωματικῶν ἁπάντων αὐτὸς ὑπέσχετο τὴν πρόνοιαν παρέξειν, ἐντρέψαι βουλόμενος καὶ διὰ τούτου τὴν ἀνθρωπείαν φύσιν ὥστε μὴ τῇ οἰκείᾳ πεποιθέναι δυνάμει μηδὲ νομίζειν δύνασθαί τι συνεισφέρειν πρὸς τὴν τοῦ παρόντος βίου σύστασιν. 8.23 ∆ιὰ δὴ τοῦτο ἡμᾶς τοὺς λόγῳ τετιμημένους καὶ τοσαύτης ἀξιωθέντας προσεδρείας ἐπὶ τὴν τῶν ἀλόγων μίμησιν παρορμᾷ καί φησιν· «Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά», ὡσεὶ ἔλεγεν· Εἰ τῶν ἀλόγων τῶν πετεινῶν τοσαύτην ποιοῦμαι φροντίδα ὡς ἄσπαρτα καὶ ἀνήροτα αὐτοῖς ἅπαντα παρέχειν, πολλῷ μᾶλλον ὑμῶν τῶν λογικῶν πλείονα ποιήσομαι τὴν ἐπιμέλειαν, εἰ τὰ πνευματικὰ τῶν σαρκικῶν προτιμῆσαι ἕλοισθε. Εἰ γὰρ καὶ ταῦτα δι' ὑμᾶς παρήγαγον καὶ τὴν κτίσιν ἅπασαν, ἐγὼ δὲ καὶ τούτων τοσαύτην ποιοῦμαι τὴν πρόνοιαν, πόσης οὐκ ἂν ὑμᾶς ἀξιώσω τῆς κηδεμονίας δι' οὓς καὶ ταῦτα ἅπαντα παρήχθη. 8.24 Θαρρῶμεν τοίνυν, παρακαλῶ, τῇ τοῦ Θεοῦ ὑποσχέσει καὶ ὅλην ἡμῶν τὴν διάνοιαν τείνωμεν περὶ τὸν τῶν πνευματικῶν πόθον καὶ δεύτερα πάντα ἡγώμεθα τῆς τῶν μελλόντων ἀπολαύσεως, ἵνα καὶ τῶν παρόντων μετὰ δαψιλείας ἐπιτύχωμεν καὶ τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν καὶ τῆς ἐν τῇ γεέννῃ τιμωρίας ἐλευθερωθῆναι. Μή μοι πάλιν εἰς ῥᾳθυμίαν καὶ ἀνονήτους διατριβὰς καὶ εἰς διεφθαρμένους συλλόγους καὶ εἰς συμπόσια καὶ μέθην καθημερινὴν ἅπας τῆς ἡμέρας ὁ καιρὸς καταναλισκέσθω, μὴ τὰ καλῶς συλλεγέντα διὰ τῆς μετὰ ταῦτα ἀμελείας διαρρυῆναι ποιήσωμεν ἀλλὰ μετὰ ἀσφαλείας