1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

45

«Νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν· οὓς οὐχ

ἡγησάμην ἀξίους· κυνῶν τῶν ἐμῶν νομάδων.» Ἐξουδένουν δὲ εἶπεν; οὐ χρώμενος ἀλαζονικῶς τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς αὐτοὺς εἰδὼς πονηρούς· κατὰ τό· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. Τὸ δέ· Νουθετοῦσί με ἐν μέρει, κατά γε ἐμὲ, οὐχ ὅτι μέρος εὐεργεσίας κατετίθεντο, ἀλλ' ἐπειδὴ αὐτὸς ἄλλους ἐνουθέτει, νῦν δὲ οὗτοι αὐτόν· διὰ τοῦτο οὕτως εἴρηται· καὶ τὸ μὴ ἀξίους δὲ εἶναι κυνῶν, οὐχ ὅτι χείρους εἰσὶ καὶ τοῦ ὑλακτικοῦ τοῦδε ζώου, ἀλλ' ὅτι οὐδὲ τοῦ κυνοκομεῖν ἀξίους αὐτοὺς ἔκρινεν. Οὐχ ἡγούμην γὰρ, φησὶν, αὐτοὺς ἀξίους τοῦ ἄγειν τοὺς κύνας τῆς ἐμῆς ποίμνης. Ἀπεποιήσατο μὲν οὖν τὴν νουθεσίαν αὐτῶν, ὡς μήτε ἀπὸ τῆς ἡλικίας ἐχόντων τὸ αἰδέσιμον, μήτε ἀπὸ τῆς ἀρετῆς. Ἐνουθέτουν γὰρ, φησί· τίνες; τίνα; οἱ νεώτεροι τὸν ὑπὲρ αὐτούς· οἱ φαῦλοι τὸν μὴ τοιοῦτον· οἱ εὐτελεῖς καὶ ἄδοξοι, τὸν λαμπρόν ποτε καὶ ἐπίσημον. Ἐν δὲ τοῖς καταπόδας καὶ ἐφεξῆς, καὶ τὴν ἀσθένειαν αὐτῶν αἰνίττεται, λέγων· «Ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα· ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις. Ἐγὼ δὲ ἐπέχων ἀγαθοῖς, ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.» Καίτοιγε ἐν πλούτῳ ὢν, οὐδὲν τοιοῦτον ἐποίησα, οὐκ ἐφήσθην ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν, πολλοὺς εὑρίσκων τοῖς ἐμοῖς κακοῖς ἐπιχαίροντας· τοὐναντίον μὲν οὖν, καὶ ἔκλαυσα, καὶ ἐστέναξα. Οὐ μικρὸν δὲ καὶ τοῦτο, ἀγαπητὲ, τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. Ἐγὼ δὲ, τὸ, Ἐπεῖχον ἀγαθοῖς, συνήντησαν δέ μοι ἡμέραι κακῶν, οὕτως ἐκδέχομαι, ὅτι ∆ιὰ τὴν εἰς τοὺς ἄλλους συμπάθειαν προσεδόκων ἀγαθὰ, εἰς τοὐναντίον δέ μοι τὰ τῶν ἐλπίδων ἐξέβη. Οὕτω καὶ Σύμμαχος ἐξέδωκεν· Ἀγαθὰ προσεδεχόμην, ἦλθε δὲ κακά.

ΚΕΦΑΛ. ΛΑʹ «∆ιαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον.» [Ὁ δὲ

Σύμμαχος, Καὶ οὐδὲν ἐνενόησα περὶ παρθένου.] Εὐαγγελικὴν ἀκρίβειαν ὁ Ἰὼβ ἐφύλαττεν· ἃ γὰρ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα οὗτος διὰ τῶν πραγμάτων κατώρθου. Καὶ ἐπειδὴ ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν, ἐπαιδαγώγει τὸν ὀφθαλμὸν εἰς τὸ μὴ τὰς ὥρας τῶν παρθένων περιεργάζεσθαι. Τί ἂν εἴποιεν οἱ τὰς συνεισάκτους ἔχοντες, καὶ διαβεβαιούμενοι ἀπαθῶς αὐταῖς συνοικεῖν, καὶ μὴ βλάπτεσθαι; ὅπουγε εἰ καὶ τοῦτο ἦν, ἔδει τῶν σκανδαλιζομένων φείδεσθαι· ἔστω γὰρ σὲ καὶ συνοικοῦντα παρθένῳ καθαρὸν εἶναι πάσης 64.636 ἐμπαθείας πονηρᾶς, ἀλλ' ἑτέρους πλήττεις ἀσθενεστέρους. Καίτοιγε ὁ μακάριος Ἰὼβ οὐκ ἐτόλμα ἑαυτῷ τοσαύτην μαρτυρῆσαι δύναμιν καὶ φιλοσοφίαν· ἀλλ' ὁ πᾶσαν ἐπελθὼν ἀρετὴν, καὶ πάντων ὑπερενεχθεὶς τῶν τοῦ διαβόλου δικτύων, καὶ πρῶτος, καὶ μόνος τοσαύτην ἐπιδειξάμενος καρτερίαν, καὶ πάντα σίδηρον καὶ ἀδάμαντα τῇ τῆς ψυχῆς παρελθὼν ἐγκρατείᾳ, καὶ κατακόψας τοῦ διαβόλου τὴν ἰσχὺν, οὕτως ἐδεδοίκει τὴν τοιαύτην πάλην, καὶ ἐνόμιζεν ἀδύνατον εἶναι συνοικοῦντα παρθένῳ μένειν ἀσινῆ καὶ καθαρόν· ὡς μὴ μόνον τῆς συνοικήσεως ταύτης πόῤῥω καὶ μακρὰν ἑαυτὸν καταστῆσαι, ἀλλὰ καὶ τῆς ὄψεως τῆς ἁπλῶς καὶ ἀπὸ συντυχίας γινομένης, καὶ νόμον ἔθηκε τοῖς ὀφθαλμοῖς τοῖς ἑαυτοῦ, ἁπλῶς εἰς παρθένον μὴ ἰδεῖν· ∆ιαθήκην γὰρ, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ συνήσω ἐπὶ παρθένον, τουτέστιν, Οὐ κατανοήσω, οὐ βλέψω· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐ μόνον τὸν συνοικοῦντα, ἀλλὰ καὶ τὸν βλέποντα περιέργως εἰς ὄψιν παρθενικὴν, δύσκολον, τάχα δὲ καὶ ἀδύνατον, τὴν ἐκεῖθεν διαφυγεῖν βλάβην. Εἰ δὲ