46
1393 Καὶ νούσων καλέουσιν ἀρηγόνα. Ἵλαθι, Χριστέ· Εἰ δέ τ' ἀποκρύπτεις, δὸς σθένος ἀθλοφόρον. Μήτε με πάμπαν ἄτιμον ἔχοις, Λόγε, μηδ' ἐπίμοχθον, Μήτ' ἀχάλινον ἄγοις, μήτε δυηπαθέα. Κέντρῳ νύσσε, Μάκαρ, μὴ δούρατι· μήτε με κούφην, Μηδ' ὑπεραχθομένην νῆα θάλασσα φέροι. Καὶ κόρος ὑβρίζει, καὶ ἄλγεα νυκτὶ καλύπτει. Ἀντιταλαντεύοις τίσιν ἀπημοσύνῃ. Ἔσχες ἀγηνορέοντά μ', ὑπερμογέοντ' ἐλέαιρε, Ὡς ἔτ' ἐνηείης καιρὸς, ἀριστόδικε. Ἅζομ' ἐμὴν πολιήν τε καὶ ἅψεα αὐτοδάϊκτα, Καὶ θυσίας, μογέων πήμασι, καὶ θεόθεν. Ἀλλὰ τί μοι τὰ περισσὰ νόμους θεότητι τίθεσθαι, Τῇ με, Χριστὲ, φέροις σὸν λάτριν, ὡς ἐθέλοις. 1394
ΝΑʹ. Θρηνητικὸν ὑπὲρ τῆς αὐτοῦ ψυχῆς. Πολλάκις ἱμερόεντα νέη θαλάμοισι
προθεῖσα Εἰσέτι παρθενικοῖσι νέκυν πόσιν, αἰδομένη περ, Ἀρτίγαμος, στίλβουσα, πικρὴν ἀνεβάλλετ' ἀοιδὴν, Αἱ δέ νύ οἱ δμωαὶ καὶ ὁμήλικες ἔνθα καὶ ἔνθα Ἱστάμεναι γοάουσιν ἀμοιβαδὶς, ἄλκαρ ἀνίης. Καὶ μήτηρ φίλον υἷα νεόχνοον, οὐκέτ' ἐόντα Μύρετ', ἐπ' ὠδίνεσσι νέας ὠδῖνας ἔχουσα. Καί τις ἑὴν πάτρην ὀλοφύρεται, ἣν διέπερσε Θοῦρος Ἄρης· δόμον ἄλλος, ὃν ὤλεσεν οὐρανίη φλόξ. Ψυχὴ, σοὶ δὲ γόος τις ἐπάξιος, ἣν κατέπεφνεν 1395 Οὖλος ὄφις, πικρὸν δ' ἐνομόρξατο εἰκόνι λοιγόν; ∆άκρυε, δάκρυ', ἀλιτρέ· τό σοι μόνον ἐστὶν ὄνειαρ. Λείψω μὲν θαλίας τε ὁμηλικίην τ' ἐρατεινήν· Λείψω δ' αὖ μύθων τε μέγα κλέος, εὐγενέος τε Αἵματος, ὑψορόφους τε δόμους, καὶ ὄλβον ἅπαντα· Λείψω δ' ἠελίου γλυκερὸν φάος, οὐρανὸν αὐτὸν, Γείρεα παμφανόωντα, τά τε χθὼν ἐστεφάνωται· Ταῦτα μὲν ἑψομένοισιν. Ἐγὼ δ' ὑπένερθε καρήνου ∆εσμὰ φέρων, νεκρός τε καὶ ἄπνοος, ἐν λεχέεσσι Κείσομαι, ὑστατίοισι γόοις γοάοντας ἰαίνων, Αἶνον ἔχων καὶ φίλτρον ἀδήριτον, οὐκ ἐπὶ δηρόν. Αὐτὰρ ἔπειτα λίθος τε καὶ ἄμβροτος ἔνδοθι λώβη· Ἀλλὰ καὶ ὣς τούτων μὲν ἐμὸν κέαρ οὐκ ἀλεγίζει, 1396 Μούνην δὲ τρομέω καθαρὴν πλάστιγγα Θεοῖο. Ὤ μοι ἐγώ! τί πάθω; πῶς κεν κακότητα φύγοιμι; Βένθεσιν, ἢ νεφέεσσι λαθὼν βίον; αἴθε γὰρ ἦεν Ἀμπλακίης τις χῶρος ἐλεύθερος, ὥς τινα θηρῶν Καὶ νούσων ἐνέπουσιν, ὅπως φυγὰς ἔνθεν ἵκωμαι! Χέρσῳ μέν τις ἄλυξε πικρὴν ἅλα, ἀσπίδι δ' ἔγχος, Καὶ κρυεροῦ νιφετοῖο δόμος σκέπας. Ἡ κακίη δὲ Ἀμφίθετος, πολύχωρος, ἀφυκτοτάτη βασίλεια, Ἠλίας πυρόεντι πρὸς οὐρανὸν ἤλυθε δίφρῳ· Μωσῆς παιδοφόνου ποθ' ὑπέκφυγε δόγμα τυράννου, Κητείων λαγόνων σκότιον μόρον ἁγνὸς Ἰωνᾶς, Καὶ θῆρας ∆ανιὴλ, παῖδες φλόγας. Αὐτὰρ ἔμοιγε Τίς λύσις κακότητος; Ἄναξ, σύ με, Χριστὲ, σάωσον. 1397
ΝΒʹ. Θρῆνος. Πέπονθα δεινὰ πλεῖστα, καὶ δεινῶν πέρα, Καὶ ταῦθ' ὑφ' ὧν
ἥκιστα ᾠόμην παθεῖν. Ἀλλ' οὐδὲν οἷόν μ' οἱ κακῶς εἰργασμένοι. Τὰ μὲν γὰρ οἴχεθ'· ὧν δ' ἔγραψεν ἡ δίκη Βίβλοις σιδηραῖς, οἶδα τὴν μοχθηρίαν.
ΝΓʹ. Ἕτερος θρῆνος. Φίλοι, πολῖται, δυσμενεῖς, ἐχθροὶ, πρόμοι, Πόλλ' οἶδα
πληγείς· οἶδα, ἀλλ' οὐ φάσκετε· Βίβλοι φέρουσι ταῦτα, οὐ λήσεσθέ με. Ν∆ʹ. Κατὰ τοῦ πονηροῦ. Ἤλυθες, ὦ κακοεργέ· νοήματα σεῖο γινώσκω· 1398
Ἤλυθες, ὄφρα φάους με φίλης τ' αἰῶνος ἀμέρσῃς. ∆ύσμαχε, πῶς φάος ἦλθες, ἐὼν ζόφος; οὐκ ἀπατήσεις Ψευδόμενος. Πῶς πικρὸν ἐμοὶ μόθον αἰὲν ἀγείρεις, Ἀμφαδίην λοχόων τε; τί δ' εὐσεβέεσσι μεγαίρεις, Ἐξέτι τοῦ ὅτε πρῶτον Ἀδὰμ βάλες ἐκ παραδείσου, Πλάσμα Θεοῦ, κακίῃ δὲ σοφὴν ἐλόχησας ἐφετμὴν, Καὶ πικρὴν γλυκερῇ ζωῇ πόρσυνας ἐδωδήν; Πῶς σε φύγω; τί δὲ μῆχος ἐμοῖς παθέεσσιν ἐφεύρω; Τυτθαῖς μὲν πρώτιστον ἁμαρτάσιν, οἷα ῥέεθρον, Ἐμπίπτεις κραδίῃσιν· ἔπειτα δὲ χῶρον ἀνοίγεις Εὐρύτερον· μετέπειτα ῥόος θολερός τε μέγας τε Ἤλυθες, ἄχρι χάος με λάβοι