46
κατέχωμεν τὰ δωρηθέντα ἡμῖν ἅπαντα παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. 8.25 Καὶ μάλιστα ὑμεῖς οἱ νεωστὶ τὸν Χριστὸν ἐνδυσάμενοι καὶ τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν ὑποδεξάμενοι, καθ' ἑκάστην ἡμέραν, παρακαλῶ, ὑμῶν περισκοπεῖτε τοῦ ἐνδύματος τὴν φαιδρότητα ὥστε μηδαμοῦ σπίλον ἢ ῥυτίδα δέξασθαι, μὴ διὰ λόγων ἀκαίρων, μὴ δι' ἀκοῆς ματαίας, μὴ διὰ λογισμῶν πονηρῶν, μὴ δι' ὀφθαλμῶν ἁπλῶς καὶ εἰκῇ τοῖς προστυγχάνουσιν ἐπιπηδώντων. Πανταχόθεν τοίνυν ἑαυτοὺς ἅπαντας τειχίζωμεν τῇ διηνεκεῖ μνήμῃ τῆς φοβερᾶς ἐκείνης ἡμέρας ἵνα ἐν φαιδρότητι διαμείναντες καὶ τὸ τῆς ἀφθαρσίας ἔνδυμα ἄσπιλον καὶ ἀκηλίδωτον διαφυλάξαντες τῶν ἀπορρήτων ἐκείνων ἀξιωθῶμεν δωρεῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμή· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.