1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

48

μου, τόν γε νοῦν οὐ πείσομαι. ΞΑʹ. Θρῆνος. Εἰκὼν κενοῦται, τίς βοηθήσει λόγος; Εἰκὼν κενοῦται, δῶρον ἀχράντου Θεοῦ. Ὑβρίζετ' εἰκών· αἴθομ', ὦ φθόνε, φθόνε, Ἀλλοτρίοις λόγοις τε καὶ σοφίσμασι. 1405 Πηγὴ κακῶν, μὴ βλύζε, μὴ ματαία φρήν. Εἰ δ' οὖν σὺ, γλῶσσα, μὴ δέχου τὸν βόρβορον. Εἰ δ' οὖν σὺ, χείρ γε, μὴ δέχου τὰ χείρονα. Οὕτως ἂν εἰκὼν ἡμῖν ἄφθαρτος μένῃ.

ΞΒʹ. Ἱκετήρια εἰς Χριστόν. Μή σου λαθοίμην, μηδέ μου λάθῃς, Ἄναξ, Ἄναξ σοφῶν μέλημα, καὶ τρισσὸν φάος· Μή που λάθῃ με δυσμενὴς συναρπάσας, Κευθμῶν' ἐς ᾅδου, καὶ σκότου πικρὰς πύλας. ∆εινὸς γάρ ἐστι, καὶ λοχῶν τούς σοι φίλους Ὃν, οἶδα, φεύξομ', εἰ σύ μου μνήμην ἔχεις, Πυκνῶν ἀεὶ λόγοις τε καὶ νοήμασιν. 1406

ΞΙʹ. Θρῆνος πρὸς τὸν Χριστόν. Οἴμοι προσῆλθε, Χριστέ μου, πάλιν δράκων. Οἴμοι προσῆλθε δειλιῶντί μοι σφόδρα. Οἴμοι γέγευμαι τοῦ ξύλου τῆς γνώσεως. Οἴμοι φθονεῖσθαι δ' ὁ φθόνος πέπεικέ με. Οὔτ' εἰμὶ θεῖος, καὶ βέβλημ' ἔξω τρυφῆς. Ῥομφαία, μικρὸν τὴν κακὴν σβέσον φλόγα, Ὡς ἂν πάλιν δέξῃ με τῶν φυτῶν ἔσω Χριστῷ συνεισελθόντα λῃστὴν ἐκ ξύλου.

Ξ∆ʹ. Ἄλλο πρὸς Χριστόν. Πάλιν προσῆλθεν ὁ δράκων· σοῦ δράσσομαι. ∆αβὶδ παρέστω, κρουέτω τὴν κινύραν. Ἄπελθ', ἄπελθε, πνεῦμα συμπνίγον, κακά. 1407

ΞΕʹ. Θρῆνος. Εἴ μοι πονήρως εἶχε κρᾶσις σώματος, Ἰατρὸν ἄν τιν' εὗρον. Εἰ

πένης τις ἦν, Τῷ πλουσίῳ προσῆλθον· ὅρμῳ δ' ἐν ζάλῃ· Εἰ δ' ἠδικούμην, τοῖς νόμοις καὶ βήματι. Θάμνος δὲ ἐξέσωσεν ἐκ κρημνίσματος. Εἰ δὲ σκελίζει μ' ὁ φθορεὺς τῆς εἰκόνος, Τίς μοι γένοιτ' ἔρυμα, πλὴν σοῦ, Κοίρανε;

Ξς. Ἄλλος πρὸς Χριστόν. Καινὸν, καινὸν τί τοῦτο, ὦ Θεοῦ Λόγε, Καινὸν τί

πάσχω; καρδίας ἐμῆς βάθος Κενὸν λόγων τε καὶ νοημάτων σοφῶν, 1408 Τὸ μὲν πονηρὸν πνεῦμα φεῦγον οἴχεται· Οὔπω δὲ μεστὴ χώρα μοι τοῦ κρείσσονος. Πλῆσόν με τῶν σῶν, μὴ πάλιν ἐλθὼν φθόνος, Αὐτοῦ με θῆται χεῖρον ἐργαστήριον.

ΞΖʹ. Εἰς ἑαυτόν. Ἐξηπάτημαι, Χριστέ μου, τῷ σοι σφόδρα Θαῤῥεῖν. Ἐπήρθην καὶ κατηνέχθην σφόδρα. Ἀλλ' αὖθις ὕψωσόν με· καὶ γὰρ ᾐσθόμην Παίζων ἐμαυτόν. Εἰ δ' ἐπαρθείην ἔτι, Αὖθις πέσοιμι πτῶμα καὶ συντρίμματος. Εἰ μὲν δέχῃ με· εἰ δὲ μὴ, τέθνηκα μέν. Ἐμοὶ τὸ χρηστὸν ἐξανηλώσω μόνῳ; 1409

ΞΗʹ. Εἰς ἑαυτόν. Λέγουσιν οἱ μισοῦντες (ὡς δ' ἐμοὶ δοκεῖ, Λέγουσιν οὐ δίκαια·

Πῶς γὰρ δίκαιον τοὺς φίλους περιφρονεῖν, Ὡς μὴ Θεὸν λέγοιμι, Ὧ πρόσθε κεῖται πάντα, καὶ γινώσκεται Σαφῶς, ὀξὺ βλέποντι)· Ἀλλ' οὖν λέγουσι τῷ φθόνῳ νικώμενοι, Φθόνῳ παθῶν δικαίῳ, Τήκοντι τοὺς ἔχοντας, ὥσπερ ἄξιον. Τί οὖν, ἄθρει, λέγουσι. Λέγουσιν, ὡς αὐτοί με τὸν δυσδαίμονα 1410 (Καὶ γὰρ δοκοῦσι τοῦτο) Κωνσταντίνου βαλόντες ἐκτὸς ἄστεος Ἀπωφρύωσαν. Εὖγε· Βαρὺς γὰρ αὐτοῖς, καὶ θράσους ἤμην γέμων. Τέμνων ὁδοὺς ἀτρίπτους, Ἐθῶν πατρῴων καὶ νόμων διαφθορεὺς, Εἴπερ νόμος τὰ φαῦλα, Πλούτου, τύφου τε, θρύψεως, φιλαρχίας, Τῶν νῦν ἐπικρατούντων. Οὕτω γάρ εἰσι τὴν φρόνησιν ἄθλιοι, Ὥστ' οὐ λέγειν ὀκνοῦσιν, Ἃ καὶ λεγόντων ἐγκαλύπτεσθ' ἦν πρέπον Ἄλλων ἀπεχθαιρόντων. 1411 Οὕτω τι τυφλόν ἐστιν ἡ μοχθηρία, Καὶ τὸ φρονεῖν βλάπτουσα. Οὗτοι μὲν οὖν ἔῤῥοιεν ἐκ μέσου λόγου· Οὐδὲν πρὸς ἡμᾶς ταῦτα, Οὔθ' οἱ κακῶς λέγοντες, οὔθ' οἱ δεξιῶς. Ῥείτωσαν ὡς θέλουσιν· Γλώττης γὰρ οὐδέν ἐστιν εὐστροφώτερον· Λέγῃ τι καὶ πρὸς