1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

49

ἡμῶν. Πολλοὶ τάδ' οἱ λέγοντες ἀκριβέστερον, Ὡς ἀφθόνως λέγοντες. Ἃ δ' οἴομ' εἰπὼν τήν τινων στήσειν βλάβην, Τάδ' ἐστὶν εἰπεῖν κρεῖσσον· 1412 Πολὺς γάρ ἐστιν εἰς τὸ χεῖρον ὁ δρόμος, Κἂν μηδενὸς κινοῦντος. Λέγουσιν, ὡς ἁδρῶν μὲν ἡσσῶμαι θρόνων, Ὡς τῶν, ἀφ' ὧν κατῆλθον, Τοὺς δ' ἂν πένητας, καὶ στενοὺς διαπτύω, Τὰ σφῶν σαφῶς λέγοντες. Ὃ γὰρ πέπονθε, τοῦτο καί τις οἴεται· Ἀλλ' οὐκ ἐγὼ πέπονθα. Τοῖς μὲν προσήχθην, τῶν δ' ἀπήχθην οὐχ ἑκὼν, Οὕτω Θεοῦ τυποῦντος. Τοῖς μὲν προσήγαγέ με δῆμος, ποιμένες, Καὶ γλῶσσαν αἰτοῦν Πνεῦμα. 1413 Λαὸν γὰρ ἐχρῆν ἄγριον καταρτίσαι Στεῤῥῷ βίῳ, λόγῳ τε, Πολλαῖς καμόντα δογμάτων καταδρομαῖς, Ὡς ναῦν μέσην κλύδωνος. Τοῖς δ' οὐ προσήγαγ' ἡ λύσις τοῦ σώματος Καθ' ἡμέραν θνήσκοντος. Ἦμεν καλοί τε κἀγαθοὶ, (τίς ἀντερεῖ;) Καὶ Πνεύματος γέμοντες, Ὃν νῦν στενὸν, καιροῖς τε συῤῥιπτούμενον Κακοῖς κακῶς βλέπουσιν. Ὑψιθρόνου θ' ἕδρασμα λαὸν ποιμένος Τοῦ πρόσθεν οὔτι μείζω. Ἀλλ' οὐκ ἐμόν γε, πλὴν ὅσα χρήσει χερὸς, 1414 Ὧ καὶ τὸ θαῤῥεῖν εἶχον. Οὐκ ἠγνόουν Ἰωνᾶν, ὃς Θεοῦ λόγον Ἔφευγεν, ἀλλ' ἐλήφθη Κλύδωνι, κλήρῳ, θηρίῳ, γαστρὶ, βράσει, Ἐξ ὧν ὁ κήρυξ, κήρυξ. Ἀλλ' εἶχον ὥς τις ὢν ἐλεύθερος Θρόνων τε κινδύνων τε. Τὸν νοῦν δὲ πυκνὸς εἰς Θεοῦ κοινωνίαν Ἔσπευδον, ἡσύχαζον. Ἐπεὶ δ' ἅπαντες, ὡς νεκροῦ δυσωδίᾳ, Γῦπες κατέστησάν μου, Καὶ λαὸν ἐσπάρασσον εὐώνοις τομαῖς, Πῶς ἤγαγές με, Χριστὲ, 1415 Ζωῆς χαλινὲ τῆς ἐμῆς καὶ καρδίας; Σὸν γὰρ τόδ' ἐστὶν ἔργον. Ὡς Λάζαρόν με τετραήμερον, τάφων Ἐξήγαγες βοήσας. Ἀνίσταμ', οἱ δ' ἔπτηξαν· ἀλλὰ, Χριστέ μου, Καὶ σάρκα τήνδε πῆξον, Ἣν σοί γε κέκτημ', ᾧ φέρων ζωὴν ἐμὴν Πᾶσάν γ' ἔδωκα δῶρον. Καὶ λάκκον ᾤκησ' ἀγρίων θηρῶν μέσος. Εἰ δ' ἔκτασις λέοντας Ἔφραξε χειρῶν [τὸν δ' ἔσωσε ∆ανιὴλ], Καὶ νῦν λέοντες· σῶζε (Τί λοιπὸν, ἢ σφᾶς τοὺς κακοὺς περισκοπεῖν; Ἡττήμεθ', ὦ κάκιστοι)· 1416 Τοὺς μὲν κατείργοις ἐνδίκοις τιμωρίαις, Καὶ τοῖς χαλῶν ὀργῆς τι, (Τὴν ἄκρατον γὰρ χεῖρα τίς σου δέξεται, Τίσιν μιᾶς ἐννοίας;) Τοὺς δ' ἐκφοβοίης, τοὺς δὲ δοξάζοις, Ἄναξ, Ὅσοι δοξάζουσί σε· Ἄμυν', ἄμυνε τοῖς φίλοις. Τεθνήκαμεν· Ἐπισκοπὴν ποίησον Τῶν πρὸς σὲ χεῖρας εἰδότων αἴρειν μόνον. Γελῶσιν οἱ κάκιστοι Τὴν σὴν πρόνοιαν, οὐδὲ κριθήσεσθ' ἴσως ∆οκοῦσι τῷ φυσᾶσθαι. Τὸ μικρὸν αὔξοις ποίμνιον, καὶ ποιμένα Τὸν μικρὸν ἐκ μεγίστου. 1417 Σοῦ δ' ἂν θέλοντος, κἀκ μικροῦ πάλιν μέγας Τοῖς σοῖς θρόνοις γενοίμην.

ΞΘʹ. ∆έησις πρὸς τὸν Χριστόν. Ἐπιστάτα, κλύδων με δεινὸς ἀμφέπει, Τὸν σὸν μαθητήν. Ἐξέγειραι, πρὶν θάνω. Μόνον κέλευσον, καὶ ζάλη τεθνήξεται. Τολμῶ φράσαι τι· Χριστὲ, μὴ πίεζέ με, Μηδὲ σβέσῃς με τῷ βάρει τῶν θλίψεων. Πολλοὺς ἔχεις γὰρ καὶ κακωτέρους ἐμοῦ, Οὓς ἠλέησας. Μή με κρίνῃς ἀξίως. Κένου, κένου δὲ τοῦ ταλάντου τὸ πλέον. Μιᾶς τίς οἴσοι φόρτον ἡμέρας μόνης; Τίνι προσέλθω τοῖς κακοῖς βαρούμενος; 1418

Οʹ. Ἄλλη. Πάλιν προσῆλθεν ὁ δράκων, σοῦ δράσσομαι. Κράτει, κράτει με, μὴ προῇ τὴν εἰκόνα· Μή μ', ὡς καλιᾶς ὄρνιν, ἐχθρὸς ἁρπάσῃ. Φεῦ! καὶ κρίσιν δέδοικα, καὶ ποθῶ λύσιν. ∆ιώκομ' ἐνθάδ', οὐκ ἔχω βίου στάσιν. Καλεῖς μ' ἐκεῖθεν, οὐκ ἔχω παῤῥησίαν. Σός εἰμι, Χριστὲ, σῶσον, ὡς αὐτὸς θέλεις.

ΟΑʹ. ∆έησις ἐν τῇ νόσῳ. Νοσῶ, νοσῶ μὲν, καὶ πονοῦμαι σώματι, Καί μου

γελῶσι τὴν πάθην ἴσως τινὲς, Τραχηλιῶντες, τῶν σφαγῇ τηρουμένων. Ἁρμοὶ λέλυνται, καὶ ποδῶν σαθρὰ βάσις, 1419 Εἴτ' ἐγκρατείας ἔργον, εἴθ' ἁμαρτάδων, Εἴτ' οὖν πάλη τις (οὐ γὰρ οἶδα), πλὴν χάρις Ἐμῷ κυβερνήτῃ γε. Τοῦτό μοι τυχὸν Ἄμεινόν ἐστιν· ἀλλ' ἐπίσχες τὴν νόσον, Ἐπίσχες εἰπών· σὸς λόγος σωτηρία. Εἰ δ' οὒ, δίδου γε,