1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

52

«∆ιὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.» Ταῦτα ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων· οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ' ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. Οὐδὲν, φησὶν, ἐμαυτὸν τίθεμαι, ἀπολογίαν ὑπὲρ τῶν προτέρων ποιοῦμαι, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ. Τί οὖν ὁ Θεός; Ἐπειδὴ ἑαυτὸν κατεδίκασε, τότε ἐδικαίωσεν αὐτόν. Θεώρει δὲ τοὺς ἁγίους ἄνδρας, πῶς ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην· οὕτω καὶ Ἀβραὰμ, ὅτε εἶδε τὸν Κύριον, εἶπεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. «Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν.» Οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν· ἀλλ' αὐτὸς ἱερεὺς γίνεται, ἐκείνων προσαγόντων τὰς θυσίας· καὶ ὅρα, προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. Ὁρᾷς πῶς τὸ ἀμνησίκακον αὐτοῦ δεικνὺς, μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρός· καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν· οὐ 64.656 γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. Ἐμφαίνει δὲ, ὅτι οὐδὲ θυσία ἱκανὴ ἦν· Εἰ μὴ γὰρ, φησὶ, δι' αὐτὸν, οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν διὰ τοῦτο δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. «Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.» Ἀφῆκε τὸν διάβολον ὁ Θεὸς πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι· καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβολῆς ὑπελίπετο τρόπος, τότε ἐνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητὴν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται. «Ἦν δὲ αὐτὸς πατρὸς μὲν Ζαρὲ, ἐκ τῶν Ἡσαῦ υἱῶν υἱὸς, μητρὸς δὲ Βοσόῤῥας· ὥστε εἶναι αὐτὸν πέμπτον ἀπὸ Ἀβραάμ.» Ὅτε ἦν οὗτος λάμπων ὁ δίκαιος, ἔτι ἐν Αἰγύπτῳ ἦσαν Ἰουδαῖοι· ἔμελλον ἀνιέναι λοιπόν· ὡς, εἴγε ἐβούλοντο, οὐ μικρὸν εὕρισκον ἐμπύρευμα εὐσεβείας· οὐδὲ γὰρ εἰκὸς ἦν λαθεῖν. Εἰ γὰρ ἔτι καὶ νῦν δείκνυται τὰ λείψανα, πολλῷ μᾶλλον τότε ἐδείχθη ἂν, νεαρῶν ὄντων τῶν πραγμάτων, καὶ τὸ μέγεθος τῶν συμβεβηκότων καὶ οἱ ἐν τῇ Ἀραβίᾳ ἅπαντες ἂν ἔγνωσαν. «Οἱ δὲ ἐλθόντες πρὸς αὐτὸν φίλοι, Ἐλιφὰζ τῶν Ἡσαῦ υἱῶν, Θαιμανῶν βασιλεὺς [Ὁ δὲ Θεοδοτίων, Υἱὸς, ἐξέδωκεν, Ἰωσαφὰτ], Βαλδὰδ ὁ Σαυχαίων τύραννος [ Πάλιν ὁ Θεοδοτίων, Υἱὸς Ἀμμὼν τοῦ Χωβὸρ], Σωφὰρ ὁ Μιναίων βασιλεύς.» Ἕκαστος δὲ τῶν ἀναγινωσκόντων, ὥσπερ εἰς ἀρχέτυπόν τινα εἰκόνα ὁρῶν τὸν ἀθλητὴν τοῦτον τὸν γενναῖον, μιμείσθω τὴν ἀνδρείαν, ζηλούτω τὴν ὑπομονὴν, ἵνα τὴν αὐτὴν βαδίσας ὁδὸν, καὶ πρὸς ἁπάσας τοῦ διαβόλου τὰς μηχανὰς γενναίως παραταξάμενος, τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν, ἐπιτυχεῖν δυνηθείη· καὶ γενέσθαι τὰ τοῦ μακαρίου τοῦδε πάθη, φάρμακα τῶν ἡμετέρων κακῶν· καὶ τὸ χαλεπὸν τούτου κλυδώνιον, λιμὴν τῶν καθ' ἡμᾶς συμφορῶν. Καὶ ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν λογιζώμεθα τὸν Ἅγιον· καὶ ὁρῶντες ἓν σῶμα τὰ τῆς οἰκουμένης ὑποστὰν δεινὰ, γενναίως ἐπὶ τοῖς κατὰ μέρος διακεώμεθα· καὶ καθάπερ πρὸς μητέρα τινὰ φιλόστοργον, πανταχόθεν τὰς χεῖρας ἐκτείνουσαν, καὶ τὰ παιδία πεφοβημένα δεχομένην καὶ ἀνακτωμένην, οὕτω πρὸς τὴν βίβλον ταύτην ἀεὶ καταφεύγωμεν· κἂν οἴκτιστά τε καὶ μήκιστα ἡμῖν ἐπίῃ δεινὰ, ἱκανὴν πάντως λαβόντες τὴν παραμυθίαν, οὕτως ἀπελευσόμεθα χάριτι Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ· μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.