1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

54

αἰτία; Οὐχὶ πάτησιν σκορπίων ἐλπίζομεν; 1444 Τί ταῦτα, Χριστέ; τοὺς κακοὺς αἰσχύνομαι, Καὶ τοὺς ἀρίστους, οὐκ ἔχων στάσιν κακῶν· Οἱ μὲν γελῶσι, τοῖς δ' ὀλώλασ' ἐλπίδες. Καθ' ἡμέραν θνήσκω τε, καὶ λείπω βίον. Εἰ μὲν δικαίως, ὡς κακὸς, ποῦ χρηστότης; Εἰ δ' οὐ δικαίως, ποῦ ποτ' ἔννομος κρίσις; Σκοπὸς τέθειμαι πᾶσι, καὶ τοξεύομαι. Στήτω ποθ' ἡμῖν ὁ φθόνος, στήτω ποτέ. Χρόνῳ, νόσῳ κέκμηκα, τοῖς φίλων κακοῖς. Ἀλλ' οὐ θέλεις; πρός σ' ἔρχομαι. ∆ίδου χεῖρα. Ὄλωλ', ὄλωλα συμφοραῖς· σοὶ δ' ὄλλυμαι. Σὺ γὰρ Θεός μου. Σὺ ζόφον λύοις κακῶν Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον. Τί τῇδε μοχθῶ τοῖς κακοῖς ἐσφιγμένος, Φθόνου πάλαισμα, καὶ γέλως τοῖς πλείσσιν; 1445 Ἄλλοις τὰ λαμπρὰ τοῦ βίου, λύσις δ' ἐμοί. Καλεῖς, καλεῖς με. Προστρέχω. ∆έδοικα δὲ Τὸ πῦρ, τὸ χάσμα, τὴν ζέσιν τοῦ πλουσίου. Τίς Ἀβραὰμ δώσει με τοῖς κόλποις φέρων; Ἦ πόλλ' ἀνέτλην ἐν βίῳ· τάδ' ἔλπομαι. Εἴ μ' αὐτόθεν λύσειας, οἰστά μοι τάδε. εἰ δ' οὐ λύσειας, φεῦ βίου! φεῦ ἐξόδου! Τί με κρατεῖς, δεσμῶτα, τὸν ἐλεύθερον; Χριστὸς καλεῖ με. Κεῖσο τῇδ' ἐῤῥιμμένος. ∆έχου με, Σῶτερ. Πλὴν κάθαρσις ἐνδεής.

ʹ. Εἰς τὸν ἑαυτοῦ καὶ τῶν τοκέων μόρον, τις πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε.

Πρῶτος Καισάριος, ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα 1446 Γοργόνιον· μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν Μήτηρ. Ὦ λυπρὴ παλάμη, καὶ γράμματα πικρὰ Γρηγορίου! γράψω καὶ ἐμοῦ μόρον, ὑστατίου περ

Αʹ. Εἰς τὸν πάντων αὐτῶν τάφον. Λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας

Κεύθω Γρηγορίους, εἷς λίθος, ἶσα φάη, Ἀμφοτέρους ἱερῆας· ὁ δ' εὐπατέρειαν ἐδέγμην Νόνναν σὺν μεγάλῳ υἱέϊ Καισαρίῳ. Τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας. Ἡ δὲ πορεία, Πάντες ἄνω. Ζωῆς εἷς πόθος οὐρανίης. 1447 Βʹ. Ἐπιτάφιος καὶ συντομὴ τοῦ αὐτοῦ βίου. Χριστὲ ἄναξ, τί με σαρκὸς ἐν ἄρκυσι ταῖσδ' ἐνέδησας; Τίπτε με τῷδε βίῳ θῆκας ὑπ' ἀντιπάλῳ; Πατρὸς μὲν γενόμην θεοειδέος, οὐκ ὀλίγης δὲ Μητέρος· ἐς δὲ φάος ἤλυθον εὐξαμένης. Ηὔξατο, καί μ' ἀνέθηκε Θεῷ βρέφος· ἀφθορίης δὲ Θερμὸν ἔρωτα χέεν ὄψις ἐμοὶ νυχίη. Χριστὸς μὲν δὴ τοῖς· τὰ δ' ὕστατα κύμασι βράσθην, Ἁρπαλέαις παλάμαις ἤρκεσα, σῶμα λύθην, Ποιμέσιν οὐ φιλίοισι συνέδραμον, ηὗρον ἄπιστα, Χηρώθην τεκέων, πήμασι χασσάμενος. Οὗτος Γρηγορίοιο βίος· τὰ δ' ἔπειτα μελήσει 1448 Χριστῷ ζωοδότῃ. Γράψατε ταῦτα λίθοις.

Γʹ. Ἄλλο εἰς ἑαυτόν. Πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ. ∆εύτερον ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον. Τὸ τρίτον αὖ θνήσκοντά με ἁγνὴ ἐσάωσε τράπεζα Τέτρατον ἀμφήκη μῦθον ἔδωκε Λόγος. Πέμπτον παρθενίη με φίλοις προσπτύξατ' ὀνείροις. Ἕκτον Βασιλίῳ σύμπνοος ἱρὰ φέρον. Ἕβδομον ἐκ βυθίων με φερέσβιος ἥρπασε κόλπων. Ὄγδοον αὖ νούσοις ἐξεκάθηρε χέρας. Εἴνατον ὁπλοτέρῃ Τριάδ' ἤγαγον, ὦ Ἄνα, Ῥώμῃ. Βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις 1449

∆ʹ. Ἄλλο. Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πέπασμαι, Καὶ δέμας, ὡς

Χριστῷ εἴξατε προφρονέως! Εἰ δ' ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ, Καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλὰ, Μάκαρ, Σοῖς με, Χριστὲ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις Υἱέϊ Γρηγορίου, σῷ λάτρι Γρηγορίῳ.