1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

55

Εʹ. Ἄλλο. Πατρὸς ἐγὼ ζαθέοιο, καὶ οὔνομα καὶ θρόνον ἔσχον Καὶ τάφον. Ἀλλὰ, φίλος, μνώεο Γρηγορίου, Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστός. Φάσμασιν ἐννυχίοις δῶκεν ἔρον σοφίης. 1450

ςʹ. Ἄλλο. Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖναι, Τῆς ἱερῆς

Τριάδος Γρηγόριος θεράπων, Καὶ σοφίῃ σοφίης δεδραγμένος, ἠΐθεός τε Οἶον πλοῦτον ἔχων ἐλπίδ' ἐπουρανίην.

Ζʹ. Ἄλλο. Τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί· πάντα δὲ Χριστῷ ∆ῶκας ἑκὼν, σὺν

τοῖς καὶ πτερόεντα λόγον. Νῦν δ' ἱερῆα μέγαν σε, καὶ οὐρανίοιο χορείης Οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε.

Ηʹ. Ἄλλο. Ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις. Ἤλυθον ἐς σοφίης πείρατα. Σάρκα Λόγῳ 1451 Ἥγνισα καὶ κραδίην. Κόσμου φλόγα γυμνὸς ἄλυξα. Ἔστην συνααρὼν Γρηγορίῳ γενέτῃ.

Θʹ. Ἄλλο. Ἄγγελοι αἰγλήεντες ἀπειρέσιον κατὰ κύκλον, 1452 Τρισσοφαοῦς

Θεότητος ὁμὸν σέλας ἀμφιέποντες, Γρηγόριον δέξασθ' ἀνάξιον, ἀλλ' ἱερῆα.