1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

10

Ὁμοῦ γὰρ ἐδημιούργησε τὸν πρωτόπλαστον καὶ εὐθέως καὶ ἐκ προοιμίων τῷ παραδείσῳ τοῦτον ἐγκατῴκισε καὶ τὸν ἀταλαίπωρον αὐτῷ βίον ἐκεῖνον ἐδωρήσατο, πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν πλὴν ἑνὸς ξύλου παρασχών. Ἀλλ' ὑπὸ ἀκρασίας ἐκεῖνος ἀπατηθεὶς ὑπὸ τῆς γυναικός, κατεπάτησε τὴν δοθεῖσαν ἐντολὴν καὶ ὕβρισεν εἰς τὴν τοσαύτην τιμήν.

2.4 Ἀλλ' ὅρα καὶ ἐνταῦθα τὸ μέγεθος τῆς φιλανθρωπίας. ∆έον γὰρ τὸν οὕτως ἀγνώμονα περὶ τὰς προλαβούσας εὐεργεσίας γεγενημένον μηκέτι συγγνώμης τινὸς ἀξιῶσαι ἀλλ' ἔξω τῆς αὐτοῦ προνοίας τοῦτον καταστῆσαι· οὐ μόνον τοῦτο οὐκ ἐποίησεν ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος παῖδα ἄτακτον ἔχων, ὑπὸ τῆς φυσικῆς φιλοστοργίας κινούμενος, οὐ πρὸς τὸ πλημμέλημα τὰς ἐπιτιμήσεις ἐπάγει οὐδ' αὖ πάλιν πάντη αὐτὸν ἀνίησιν ἀλλὰ σωφρονίζει μετρίως ὥστε μὴ εἰς πλείονα κακίαν ἐξοκεῖλαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεός, ἐπειδὴ πολλὴν ἐπεδείξατο τὴν παρακοήν, τῆς μὲν διαγωγῆς αὐτὸν ἐκείνης ἐξέβαλε, καταστέλλων δὲ αὐτοῦ λοιπὸν τὸ φρόνημα ὥστε μὴ ἐπιπλέον ἀποσκιρτῆσαι, πόνῳ καὶ ταλαιπωρίᾳ κατεδίκασε μονονουχὶ λέγων πρὸς αὐτόν· 2.5 Ἡ ἄνεσις ἡ πολλὴ καὶ ἡ ἄδεια εἰς τοσαύτην σε παρακοὴν ἤγαγε καὶ ἐποίησεν ἐπιλαθέσθαι τῶν ἐμῶν ἐντολῶν, καὶ τὸ μηδὲν ἔχειν ποιεῖν παρεσκεύασέ σε πλέον τι τῆς οἰκείας φύσεως ἐννοῆσαι, «πᾶσαν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία», διὰ τοῦτο πόνῳ σε καὶ ταλαιπωρίᾳ καταδικάζω ἵνα τὴν γῆν ἐργαζόμενος ὑπόμνησιν ἔχῃς διηνεκῆ καὶ τῆς παρακοῆς καὶ τῆς εὐτελείας τῆς οἰκείας φύσεως. Ἐπειδὴ γὰρ μεγάλα ἐφαντάσθης καὶ ἐπὶ τῶν οἰκείων ὅρων μεῖναι οὐκ ἠβουλήθης, διὰ τοῦτο ἐξ ἧς γῆς ἐλήφθης ἐκεῖσε πάλιν ἐπανελθεῖν κελεύω· «Γῆ γὰρ εἶ φησι καὶ εἰς γῆν ἀπελεύσῃ.» 2.6 Καὶ ἵνα ἐπίτασιν αὐτῷ τῆς ὀδύνης ἐργάσηται καὶ ποιήσῃ αἴσθησιν λαβεῖν τοῦ οἰκείου πταίσματος, οὐ μακράν που αὐτὸν ἀπῴκισεν ἀλλὰ πλησίον τοῦ παραδείσου, ἀποτειχίσας αὐτῷ τὴν ἐκεῖσε εἴσοδον ἵνα καθ' ἑκάστην ὥραν ὁρῶν τίνων ἑαυτὸν δι' ἀπροσεξίαν ἀπεστέρησε, διηνεκοῦς ἀπολαύῃ νουθεσίας καὶ ἀσφαλέστερος εἰς τὸ ἑξῆς γένηται περὶ τὴν τῶν διδομένων ἐντολῶν φυλακήν. Ὅταν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ αἰσθανώμεθα ὃν χρὴ τρόπον τῆς εὐεργεσίας, ἐπειδὰν ἐν στερήσει αὐτῶν γενώμεθα, τότε πλείονα τὴν αἴσθησιν λαμβάνοντες ἐκ τῆς ἀφαιρέσεως μείζονα καὶ τὴν ὀδύνην ὑπομένομεν. Ὃ δὴ καὶ ἐπὶ τοῦ πρωτοπλάστου τότε γέγονεν. 2.7 Ἀλλ' ἵνα μάθῃς καὶ τοῦ πονηροῦ δαίμονος τὴν ἐπιβουλὴν καὶ τοῦ δεσπότου τοῦ ἡμετέρου τὸ σοφὸν καὶ εὐμήχανον, σκόπησον τί μὲν ὁ διάβολος ἐπεχείρησε διὰ τῆς ἀπάτης ἐργάσασθαι τὸν ἄνθρωπον, τίνα δὲ ὁ δεσπότης καὶ κηδεμὼν περὶ αὐτὸν τὴν φιλανθρωπίαν ἐπεδείξατο. Ἐκεῖνος γὰρ ὁ πονηρὸς δαίμων φθονήσας αὐτῷ τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐλπίδι μείζονος ὑποσχέσεως καὶ τῶν ἐν χερσὶν ἐξέβαλεν· ἰσοθεΐαν γὰρ αὐτὸν φαντασθῆναι παρασκευάσας εἰς τὸ ἐπιτίμιον τοῦ θανάτου ἤγαγε. Τοιαῦτα γὰρ αὐτοῦ τὰ δελεάσματα καὶ οὐ μόνον τῶν ἐν χερσὶν ἡμᾶς ἀγαθῶν ἐκβάλλει ἀλλὰ καὶ εἰς μείζονα κρημνὸν ἐμβάλλειν ἐπιχειρεῖ. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς οὐδὲ οὕτω περιεῖδε τὸ τῶν ἀνθρώπων γένος, ἀλλὰ δεικνὺς καὶ τῷ διαβόλῳ ὡς ἀνονήτοις ἐπεχείρησε καὶ τῷ ἀνθρώπῳ ὅσην περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται διὰ τοῦ θανάτου τὴν ἀθανασίαν ἐδωρήσατο. Σκόπει γάρ· ἐξέβαλεν αὐτὸν ἐκεῖνος τοῦ παραδείσου, εἰσήγαγεν ὁ δεσπότης εἰς τὸν οὐρανόν· μείζων τῆς ζημίας ἡ ἐμπορία. 2.8 Ἀλλ' ὅπερ ἐξ ἀρχῆς ἔλεγον διὸ καὶ ταῦτα εἰπεῖν προήχθην, εἰ τοίνυν τὸν εἰς τὰς τοσαύτας εὐεργεσίας ἀγνώμονα γενόμενον τοσαύτης πάλιν ἠξίωσε τῆς ἑαυτοῦ φιλανθρωπίας, ἐὰν ὑμεῖς οἱ τοῦ Χριστοῦ στρατιῶται περὶ τὰς παρεχομένας ὑμῖν ἀφάτους ταύτας δωρεὰς εὐγνώμονες γενέσθαι σπουδάσητε καὶ περὶ τὴν φυλακὴν τῶν παρασχεθέντων διαγρηγορήσητε, πόσης εἰπέ μοι τεύξεσθε τῆς παρ' αὐτοῦ φιλοτιμίας μετὰ τὴν φυλακήν; Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς· «Τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται.» Ὁ γὰρ περὶ τὰ ἤδη δοθέντα ἄξιον ἑαυτὸν ἀπεργαζόμενος δίκαιος ἂν εἴη καὶ μειζόνων