1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

2

ποθούμενος δὲ νοοῖτο, νοούμενος δὲ θεοειδὲς ἀπεργάζοιτο τὸ νοερὸν ζῷον καὶ λογικόν, δι' ὃ καὶ τὰ πλήθη τῶν εἰδῶν ἐτεκτήνατο. «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς καταλαμβάνεται.» Ὑποστάσεων δὲ πάλιν καθ' ἕκαστον εἶδος διαφοράν τε πρὸς ἀλλήλας καὶ συνάφειαν ἐποιήσατο, συνάφειαν μὲν φυσικήν-πᾶσαι γὰρ αἱ ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις τῷ λόγῳ τῆς φύσεως ἥνωνται-, διαφορὰν δὲ ὑποστατικήν· διακέκρινται γὰρ ἀλλήλων χαρακτηριστικοῖς τισιν ἰδιώμασιν, τουτέστι συμβεβηκόσι. Ἐπειδὴ γὰρ τὸ μοναδικὸν ἀκοινώνητον καὶ ἀμείλικτον, ἡ δὲ πρὸς τὰ ὁμοειδῆ κοινωνία ἡδὺ καὶ μειλίχιον-πᾶν γὰρ ζῷον τὸ ὅμοιον ἀγαπᾷ καὶ τῷ ὁμοίῳ τέρπεται-, καὶ αὐτὴ πρώτη ἡ μόνη μακαρία καὶ ἄναρχος καὶ ἀνώλεθρος φύσις τρισὶν ἐνθεωρεῖται ὑποστάσεσιν, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. Φησὶ γοῦν ἡ ἐνυπόστατος σοφία· «Ἐγώ εἰμι, ᾗ προσέχαιρεν», ὁ θεὸς καὶ πατὴρ δηλαδή. ∆ιὰ τοῦτο καθ' ἕκαστον τάγμα τῶν ἀγγελικῶν δυνάμεων διαφόρους ὑποστάσεις ἐδημιούργησεν, ὁμοίως καὶ τῆς ἀνθρωπίνης φύσεως, οὐ μὴν ἀλλὰ καὶ καθ' ἕκαστον εἶδος, ὡς ἂν κοινωνοῦντες ἀλλήλοις τῆς φύσεως χαίροιεν ἐν ἀλλήλοις καὶ φυσικῇ σχέσει συναπτόμενοι φιλικῶς πρὸς ἀλλήλους διάκοιντο. Ἡ δὲ τῶν ὑποστάσεων διαφορὰ τὸ οἰκεῖον διακρίνει τοῦ ἀλλοτρίου ὡς ἂν κατὰ γένος καὶ κτῆμα ἕκαστος τὸ οἰκεῖον ἐπιγινώσκων φροντίζοι καὶ μὴ ἐπιβαίνοι ὡς οἰκείῳ τῷ ἀλλοτρίῳ καὶ ὡς ἂν ἡ ἑκάστου ὕπαρξις γνωρίζοιτο. Χρὴ τοιγαροῦν τὸν περί τινος ποιούμενον ζήτησιν εἰδέναι πρότερον, τί ἐστιν, εἶθ' οὕτως, εἰ ἓν ἢ δύο εἰσὶν ἀποφαίνεσθαι. Τοῦτο δέ φημι περὶ τῶν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζητουμένων, φύσεων λέγω καὶ ὑποστάσεως, θελημάτων καὶ ἐνεργειῶν καὶ λοιπῶν ἰδιωμάτων. Ἀλλ' ἵνα τοῦτο σαφέστερον γένηται, εἴπωμεν πρότερον, τί διαφέρει φύσις ὑποστάσεως, καὶ τότε ἀριδήλως γνωσόμεθα τά τε συστατικὰ τῆς φύσεως καὶ τὰ τῆς ὑποστάσεως ἰδιώματα. Καὶ οὕτω σκεψώμεθα περὶ τῶν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, εἴτε διπλᾶ εἴη εἴτε ἁπλᾶ. 4,ξολ 1 Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ' αὑτὸ ὑφεστώς, οὐσία τις μετὰ συμβεβηκότων, τὴν καθ' αὑτὸ ὕπαρξιν ἰδιαιρέτως καὶ ἀποτετμημένως τῶν λοιπῶν ὑποστάσεων ἐνεργείᾳ καὶ πράγματι κληρωσαμένη, τὸ κοινωνοῦν μὲν τοῖς ὁμοειδέσιν ἀτόμοις τῷ λόγῳ τῆς φύσεως, συμβεβηκόσι δέ τισι, χαρακτηριστικοῖς ἰδιώμασι τὴν πρὸς τὸ ὁμοφυές τε καὶ ὁμοειδὲς ἄτομον ἔχον διαφοράν. Καὶ ἁπλῶς εἰπεῖν· Φύσις ἐστὶ τὸ κοινόν, οἷον ἀνθρωπότης-καὶ ὁ Πέτρος γὰρ ἄνθρωπός ἐστι καὶ ὁ Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι-, ὑπόστασις δὲ τὸ μερικόν, ὁ δεῖνα καὶ ὁ δεῖνα. Ὁ Πέτρος ὑπόστασίς ἐστι καὶ ὁ Παῦλος ἄλλη ὑπόστασις, οὐκ ἔστι δὲ ὁ Πέτρος φύσις καὶ ὁ Παῦλος ἄλλη φύσις, ἀλλ' ὁ Πέτρος ὑπόστασις ἔχων τελείαν τὴν φύσιν τῆς ἀνθρωπότητος· διὸ καὶ τέλειός ἐστιν ἄνθρωπος. Καὶ ὁ Παῦλος ἄλλη ὑπόστασίς ἐστιν ἔχων τελείαν τὴν αὐτὴν φύσιν τῆς ἀνθρωπότητος. Καὶ τὴν μὲν φύσιν τὴν αὐτὴν τελείαν ἔχει ἑκάστη ἀνθρώπων ὑπόστασις, οὐ τὴν αὐτὴν δὲ ὑπόστασιν. Οὐδὲ μίαν ἔχουσι πάντες οἱ ἄνθρωποι· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος, ἄλλη ὑπόστασις καὶ ἄλλη, οὐκ ἄλλη δὲ φύσις ὁ Πέτρος καὶ ἄλλη ὁ Παῦλος. Πάντες γὰρ οἱ ἄνθρωποι μιᾶς εἰσιν φύσεως. Καὶ ταῦτα μὲν περὶ φύσεως καὶ ὑποστάσεως πρὸς τὸ παρόν. Εἴπωμεν δὲ καί, τί ἐστι φυσικὸν ἰδίωμα καὶ τί ἐστιν ὑποστατικὸν ἰδίωμα, καὶ τὴν τούτων διαφοράν. Φύσις μὲν οὖν ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ κοινὸν καὶ ἀόριστον ἤτοι τὸ εἰδικώτατον εἶδος, οἷον ἄνθρωπος, ἵππος, βοῦς, ὑπόστασις δὲ τὸ μερικὸν τὸ καθ' αὑτὸ ὑφεστώς, οἷον Πέτρος, Παῦλος, Ἰωάννης. Ἡ μὲν γὰρ φύσιςκοινόν ἐστι συνάγον καὶ